# Scholia in Sophoclem (scholia vetera) 1156-1231

Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera), 1156 to 1231. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-sophoclem/scholia-in-sophoclem-scholia-vetera/1156

1156 τοῦτο πάλιν οὐχ ὡς εἰδὼς ὅτι αὐτὸς εἴη ὁ ἐκτεθειμένος ἀλλʼ ὅτι διὰ τὴν ἔκθεσιν ταῦτα πάσχει. 1158 εἰς εἰς τὸ ἀποθανεῖν μὴ λέγων τὸ ἀληθές. 1160 ἐς εἰς βραδυτῆτα καὶ διατριβὰς καὶ ἀναβολάς. 1166 εἰ δευτέραν ἀναμείνῃς ἐξέτασιν. 1174 ἀπολέσαιμι. 1175 τεκοῦσα κατʼ ἐρώτησιν. 1176 τοὺς κατὰ σύλληψιν· οὐ γὰρ φονεύει τὴν μητέρα. 1177 παρατηρητέον ὅτι τὸν γέροντα μετεπέμψατο ἐπὶ τὸ ἀνακρῖναι τὸν φόνον τοῦ Λαΐου καὶ προβληθέντος ἑτέρου τινὸς ἐπὶ τὸ ἀναγκαιότερον τρέπεται. 1182 ἀποβαίη. 1183 εὖ πεπλαγίασται ὁ λόγος ὡς τὴν πήρωσιν αἰνιττομένου ἀλλʼ ἐπὶ τὸν θάνατον αὐτῷ ὁ λόγος· ἀπορήσας γὰρ ξίφους ἑαυτὸν ἐτύφλωσεν. 1186 καὶ ἐν Αἴαντι ὁρῶ γὰρ ἡμᾶς οὐδὲν ὄντας ἄλλο πλὴν εἴδωλʼ ὅσοιπερ ζῶμεν ἢ κούφην σκιάν· καὶ Πίνδαρος τί δέ τις; τί δ᾿ οὔτις; σκιᾶς ὄναρ ἄνθρωποι. 1188 ἐξαριθμοῦμαι ἵνʼ ᾖ ῥῆμα πρώτου προσώπου καὶ οὐ δοτικὴ ἀρσενικοῦ. 1191 ὅσον δόξαι εὐδαίμων εἶναι, κατὰ ἀλήθειαν δὲ τοῦτο ἀνθρώπῳ οὐκ ἔστιν· τὸ τῆς τύχης γὰρ ῥεῦμα μεταπίπτει ταχύ. 1192 πεσεῖν ἢ ἀποβαλεῖν. 1193 τὸν σὸν βίον παράδειγμα ἔχων οὐδένα μακαρίζω καὶ εὐδαιμονίζω. 1196 ἐπιτυχών, εὐτυχήσας. 1198 τὰν γαμψώνυχα τὴν Σφίγγα. 1200 θανάτων: τῶν ὑπὸ τῆς Σφιγγὸς γινομένων· πύργος δὲ ἀντὶ τοῦ ἀσφάλεια καὶ ἀπαλέξησις γέγονεν. 1204 εἰς τὸ ἀκούειν. 1206 συνοικῶν τῇ τοῦ βίου μεταβολῇ. 1208 ᾧ ὑποδοχὴ εἰς τὸ ἄμφω δέξασθαι, σὲ καὶ τὸν πατέρα· ἢ ὅτι μήτηρ ἦν καὶ γυνὴ ἡ Ἰοκάστη ἣν λέγει λιμένα· θαλαμηπόλῳ δὲ νυμφίῳ. 1211 ἀντὶ τοῦ αὔλακες, αἱ κοῖται, αἱ σποραί, οἱ γάμοι. πῶς, φησί, φωνὴν οὐκ ἔρρηξαν; 1218 περιάλλως. 1221 ἀνέπνευσα διὰ σὲ καὶ νῦν κατέμυσα τὸ ὄμμα ἐξ οὗ δηλοῖ καὶ ἐπήρθημεν περισῳθέντες καὶ νῦν δυστυχοῦντί σοι συνδυστυχοῦμεν. 1223 ἐξάγγελος ἔρχεται ἀπαγγέλλων ὅτι ἀγχόνῃ ἐτελεύτησεν ἡ Ἰοκάστη καὶ ὁ Οἰδίπους ἑαυτὸν ἐτύφλωσεν. 1225 λήψεσθε. γνησίως. 1231 ἑκουσίως γὰρ ἑαυτὸν καὶ ὁ Οἰδίπους ἐτύφλωσεν καὶ ἡ Ἰοκάστη ἀπήγξατο· μάλιστα, φησί, τῶν κακῶν λυπεῖ τὰ μὴ ἐκ τύχης συμβάντα ἀλλʼ ὥσπερ ἐπισπαστὰ καὶ αὐτάγρετα γινόμενα.

---

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), ed. Petrus N. Papageorgius. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5037.tlg004.local001/.
