# Scholia in Sophoclem (scholia vetera) 1216-1259

Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera), 1216 to 1259. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-sophoclem/scholia-in-sophoclem-scholia-vetera/1216

1216 καὶ ταῦτα μὲν ἀρκέσει βραχὺ δὲ τούτοις πρόσθες οἷον ταῖς ἄλλαις εὐεργεσίαις καὶ ἑτέραν βραχεῖαν χάριν πρόσθες γήμας τὴν Ἰόλην. 1221 σ᾿ ἐντέλλομαί σοι, παρρεγγυῶ. 1224 προσθοῦ γυναῖκα ποίησον. 1225 ἄτοπον γάρ, φησί, τὴν ἅπαξ ἀνακλιθεῖσάν μοι ἑτέρῳ ξένῳ παρακαθευδῆσαι. 1227 οἰκείωσαι. 1228 τὸ γάρ τοι μεγάλα ἐὰν γὰρ ἐν τοῖς μείζοσι θέμενος πίστιν 1230 τὸ θυμοῦσθαι εἰ μὴ πεισθείην αὐτῷ κακὸν καὶ τὸ πείθεσθαι ὧδὲ φρονοῦντι δυσχερές. 1232 οὕτω λαλεῖς ὡς μηδὲν πράξων ὧν λέγω. 1233 τίς γάρ ποθʼ ἥ μοι μητρί: τὸ τίς ἐφʼ ἑαυτοῦ ἔθηκεν ἀντὶ τοῦ πῶς ἂν ἐγὼ ἑλοίμην γῆμαι αὐτὴν τὴν τῶν κακῶν αἰτίαν οὖσαν; 1235 τίς ταῦτʼ ἂν ὅστις μὴ ᾿ξ ἀλαστόρων: τίς ἂν ταῦτα πράττειν ἕλοιτο ἐκτὸς ὢν μανίας καὶ θεηλασίας; ἀντὶ τοῦ οὐκ ἂν ἑλοίμην εἰ μὴ μαινοίμην. 1238 οὐ νέμειν ἐμοὶ | φθίνοντι ἀντὶ τοῦ μέρος εὐποιίας προσνέμειν μοι. 1239 φθειρομένῳ. 1241 ὡς νοσεῖς φράσεις: ὡς φανερὸς εἶ νοσῶν χαλεπῶς οὕτως καὶ χαλεπῶς διαλεγόμενος. 1242 σὺ γάρ μ᾿ ἀπʼ εὐνασθέντος: σύ με, φησίν, ἀναταράττεις ἀπὸ τοῦ καταπραϋνθέντος κακοῦ μὴ πειθόμενος. 1243 δείλαιος, ὡς ἐς πολλά: ἄτοπον γὰρ καὶ ἐναντιοῦσθαι καὶ πείθεσθαι διʼ ὃ ἀπορῶ. 1244 δίκαιον νομίζεις. 1245 ἀλλʼ τοῦτο κατʼ ἐρώτησιν. 1247 πράσσειν ἄνωγας: δίκαιόν σοι τοῦτο φαίνεται, τὸ συναφθῆναί με τῇ Ἰόλῃ; πρὸς ὃν ὅτι οὐκ ἄδικον τοῦτο ἡγοῦμαι ἀλλὰ εὐσεβές, τὸ πειθαρχεῖν τῷ πατρί. 1250 θεοῖσι δεικνὺς ἔργον: διαμαρτυράμενος τοὺς θεοὺς γαμήσω τὴν Ἰόλην. 1252 καλῶς ἀντὶ τοῦ καλῶς τὸν λόγον ἐπεραίωσας. 1253 ὡς πρὶν ἐμπεσεῖν: ὡς εἰς πυράν με θῇς πρὶν ταραχθῆναι ὑπὸ τῆς νόσου. 1255 ἐνεργεῖτε καὶ ἀνακουφίσατε. παῦλά τοι κακῶν; μόνη γὰρ ἀνάπαυσις τὸ παραθεῖναί με τῷ πυρὶ καὶ τοιαύτῃ τελευτῇ χρήσασθαι. 1259 ἄγε νυν πρὶν τήνδʼ ἀνακινῆσαι: ἑαυτὸν παραθαρρύνει ὥστε μὴ βοᾶν κομιζόμενον εἰς τὴν πυράν· ἄγε οὖν, φησίν, σκληρὰ ψυχή, ὡς ἀπὸ χαλυβικοῦ σιδήρου πεποιημένη πρὶν τήνδε ἀνακινῆσαι νόσον ἐνδοῦσα τὸ σεαυτῆς στόμα ἐμφραγῆναι ὡανεὶ στόμα φρέατος λίθῳ κεκολλημένον πρὸς τὸ μηκέτι ὕδωρ ἀνιμᾶσθαι· λείπει δὲ τὸ ὡς, ὡς ἀπὸ χάλυβος γενομένη.

---

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), ed. Petrus N. Papageorgius. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5037.tlg004.local001/.
