# Scholia in Sophoclem (scholia vetera) 1223-1320

Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera), 1223 to 1320. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-sophoclem/scholia-in-sophoclem-scholia-vetera/1223

1223 ἄλυρος: ἐπεὶ ἐν θανάτῳ οὐχ ὑμνοῦσιν ἢ μετὰ θάνατον οἱ τοιοῦτοι οὐχ ὑμνοῦνται. 1225 μὴ φῦναι τὸν ἅπαντα: πάνυ ἄριστον ἀνθρώποις τὸ μὴ φῦναι· παρὰ τὸ λεγόμενον ἀρχὴν μὲν μὴ φῦναι ἐπιχθονίοισιν ἄριστον. 1226 τὸ δ᾿, ἐπεὶ φανῇι τούτου τὸ ἐξῆς, ἐπεὶ δὲ φανῇ τὸ βῆναι ἐκεῖθεν ὅθενπερ ἥκει ὡς τάχιστα παρὰ πολύ τῶν ἄλλων δεύτερόν ἐστιν, ἐκείνου, τοῦ μὴ φῦναι καθόλου. 1229 ὡς εὖτ’ ᾶν τὸ νέον παρῇ. ὡς ἡνίκʼ ἂν νηπιότης παρῇ (ταύτας γάρ φησι κούφας ἀφροσύνας) οὐδὲν ἐπιλογίζεται τῶν δεόντων· ἰδίως δὲ αὐτὸ ἐξήνεγκεν ὡς εἰ ἔλεγεν, τῷ γὰρ νέῳ ἀφροσύνη πάρεστιν. 1231 τίς πλάγχθη: τοῦτο ἰδίως ἐξήνεγκεν, βούλεται δέ τι τοιοῦτο σημαίνειν, τίς ἂν πλαγχθείη τῶν πολλῶν μόχθων; τίς ἔξ τοῦ πολύμοχθος εἶναι ἐπλανήθη; 1232 τίς οὐ καμάτων ἔνι; φόνοι: ταῦτα ὑποκριτικῶς εἴρηται κατὰ τοιαύτην ὑπόκρισιν καθʼ ἥν ἐμφαίνεται πρότερον μὲν ὅταν εἴπῃ τίς πλάγχθη τῶν μόχθων τῶν πολλῶν; ὑπακουόμενον τὸ τοιοῦτο οὐδείς, πάλιν δὲ ὅταν ἑξῆς ἐπιζεύξῃ τίς οὐ καμάτων ἔνι; τὸ πᾶς· βούλεται γὰρ καὶ νῦν κατὰ τὸ ὅμοιον λέγειν, οὐδείς ἐστι κάματος ὅς οὐκ ἔνεστιν. 1248 αἱ δὲ νυχίαν ἀπὸ ῥιπᾶν: τὰ ἀπὸ τῶν ὀρῶν φησι τῶν προσαγορευομένων Pιπῶν· τινὲς δὲ οὕτω καλοῦσι Ῥίπαια ὄρη· λέγει δὲ αὐτὰ ἐννύχια διὰ τὸ πρὸς τῇ δύσει κεῖσθαι· μέμνηται δὲ καὶ Ἀλκμὰν λέγων οὕτω Pιπᾶν ὄρος ἀνθέον ὕλᾳ . νυκτὸς μελαίνας στέρνον. 1257 παραφύλαττε πάλιν τὴν τέχνην τῆς ῥητορείας αὐτοῦ ὅτι οὐκ εὐθέως ἐπὶ τὴν ὑπόθεσιν ἑαυτοῦ ἀπαντᾷ ἀλλὰ προκατασκευάζει τὰ ὅλα εἰς εὔνοιαν. 1262 κοινὰ δὲ τούτοις, ὡς ἔοικεν, γίνεται. 1270 ἀντὶ τοῦ ἀνακαλέσασθαι αὐτὰ καὶ ἀναλῦσαι. ἐπανάληψις. 1277 τὸ τὸ δυσπροσπέλαστον. 1291 ἃ δʼ λείπει ἡ διά. 1311 σὺν ἑπτά τε ἕκαστον σύστημα ἑνικῶς ὀνομάζει λόγχην ὡς εἴ τις ἐπὶ πολλῶν ἵππων εἴπῃ τὴν ἵππον. 1320 ἔνιοι οὐ τὸν Ἀταλάντης Παρθενοπαῖόν φασι στρατεῦσαι ἀλλὰ τὸν Ταλαοῦ ὃν ἔνιοι διὰ τοῦ κ Καλαὸν προσαγορεύουσι καθάπερ Ἀρίσταρχος ὁ Τεγεάτης καὶ Φιλοκλῆς ἱστοροῦσι, συγγραφέων δὲ Ἑκαταῖος ὁ Μιλήσιος.

---

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), ed. Petrus N. Papageorgius. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5037.tlg004.local001/.
