# Scholia in Sophoclem (scholia vetera) 1260-1278

Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera), 1260 to 1278. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-sophoclem/scholia-in-sophoclem-scholia-vetera/1260

1260 χάλυβος λιθοκόλλητον στόμιον παρέχουσ᾿ λίθινον καὶ σκληρὸν χαλινὸν σαυτῇ ἐπιβαλοῦσα. 1262 ἀνάπαυε βοήν: ἀνάπαυσον τὴν βοὴν ὡς εἰς ἐπίχαρτον ἄμα καὶ ἀκούσιον πρᾶγμα χωροῦσα, τὴν πυράν· πῶς δὲ ἐπίχαρτον καὶ ἀκούσιον; ἐπίχαρτον μὲν ὅτι ἀπαλλάττεται τῆς νόσου ἀκούσιον δὲ ὅτι λυπεῖ πάντα ἡ ἀποστέρησις τοῦ βίου· παρὰ τὸ ἑκὼν ἀέκοντί γε θυμῷ. 1264 αἴρετ᾿, ὀπαδοί: οὐκ οἰκέταις ἀλλὰ τοῖς ἀκολουθοῦσιν αὐτῷ ἐξ Εὐβοίας φησί 1265 συγγνωμοσύνην: ἀντὶ συγγνώμην, ὅτι κατὰ γνώμην πατρῴαν τοῦτο ποιῶ. 1268 οἳ φύσαντες καὶ κλῃζόμενοι: εἰς τὸν Δία ἡ ἀπότασις τοῦ λόγου· ἐκείνους, φησίν, ἀγνώμονας ἡγεῖσθε οἵτινες γεννήσαντες αὐτὸν περιορῶσι τοιαῦτα πάσχοντα. 1270 περιττὴ ἡ πρόθεσις. 1272 αἰσχρὰ δʼ τοῖς γεννήσασιν ἐπονείδιστα. 1274 τῷ τήνδʼ ἄτην τῷ Ἡρακλεῖ. 1275 χορός· τινὲς Ὕλλος. λείπου μηδὲ σύ, παρθένε: ἔοικεν Ὕλλος ἀποστραφεὶς ταῖς ἀπὸ τοῦ χοροῦ λέγειν μὴ ἀπολιμπάνεσθαι τῶν οἴκων ἕως ἂν ἐπανέλθωσιν ἀπὸ τῆς πυρᾶς· τινὲς δὲ γράφουσιν ἐπʼ οἴκων τουτέστι μηδὲ ὑμεῖς περιλείπεσθε ἐνταῦθα ἀλλʼ ἀκολουθήσατε. 1277 πολλὰ λείπει τὸ ἐποίησεν. Fol. 79b λείπει τὸ ἐποίησεν· Δία δὲ τὴν εἱμαρμένην ἥτις καὶ ἀγαθῶν ἐστιν αἰτία. νεοκατασκεύαστα. 1278 κοὐδὲν κ. οὐδὲν τούτων οὐδεὶς ἔπραξεν εἰ μὴ μόνος ὁ Ζεύς.

---

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), ed. Petrus N. Papageorgius. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5037.tlg004.local001/.
