# Scholia in Sophoclem (scholia vetera) 1286-1322

Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera), 1286 to 1322. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-sophoclem/scholia-in-sophoclem-scholia-vetera/1286

1286 ἀλλʼ ὃς εὐλόφου: ὅστις κλῆρος ἐκ τῆς εὐλόφου κυνῆς ἤμελλε πρῶτος κουφιεῖν τὸ ἅλμα τοῦ Αἴαντος. 1291 εἰκότως καὶ αὐτὸς τὰ ὅμοια ἐξεῦρεν, ἓν δὲ εἰπὼν Ἀγαμέμνων μυρία ἤκουσεν. 1295 αὐτὸς δὲ μητρὸς ἐξέφυς: οὐχ ὡς βαρβάρων τῶν Κρητῶν ὄντων ὀνειδίζει αὐτῷ τὰ περὶ τῆς μητρὸς ἀλλʼ οἷον ἐξ ἀλλοφύλων γέγονέ σοι τὸ γένος. γράφε αὖθις. 1296 ἐπακτὸν τὸν μοιχόν. 1297 ἐφῆκεν ἐλλοῖς ἰχθύσιν: ἡ ἱστορία ἐν ταῖς Κρήσσαις Εὐριπίδου ὅτι διαφθαρεῖσαν αὐτὴν λάθρᾳ ὑπὸ θεράποντος ὁ πατὴρ Ναυπλίῳ παρέδωκεν ἐντειλάμενος ἀποποντῶσαι, ὁ δὲ οὐκ ἐποίησεν ἀλλʼ ἐνεγύησε Πλεισθένει. τοῖς ἀφώνοις. 1301 ἀνασκευάζει τὰ εἰρημένα περὶ δυσγενείας αὐτοῦ. 1305 τοὺς πρὸς τοὺς συγγενεῖς. δεικτικῶς εἰς τὸν Αἴαντα ἵνʼ ᾖ περιπαθὴς ἡ λέξις. 1307 πιθανῶς πάλιν εἰσέβαλεν εἰς τὸν λόγον τοῦ δράματος. 1309 τρεῖς ὁμοῦ συγκειμένους: ἐμὲ καὶ σαυτὸν καὶ Μενέλαον· οὐ γὰρ λέγει περὶ τῆς Τεκμήσσης καὶ τοῦ παιδός· ἐλεεινὸς γὰρ ὁ λόγος οὐκ ἀπειλητικός. γράφε συνεμπόρους. 1310 γράφε ὑπερπονουμένους. 1311 θανεῖν προδήλως: ταῦτα ἃ βούλεσθε περὶ τὸν Αἴαντα δρᾶσαι πρότερον οὐ δράσετε πρὶν ἢ κἀμὲ ἀποκτεῖναι, ἀποθνήσκων μέντοι σύν ὑμῖν ἀπολοῦμαι. λαμπρῶς, ἀνδρείως. 1314 βουλήσῃ ποτέ: μεταμεληθήσῃ ὡς προπετὴς εἰς ἐμὲ εὑρεθεὶς καὶ μὴ ἀποδειλιάσας παρὰ τὸ ἄρχειν· ἀμυνοῦμαι γάρ σε· ἢ βουλήσῃ ποτὲ καὶ δειλὸς εἶναι καὶ μὴ ὑπʼ ἐμοῦ ἀναιρεθῆναι. 1316 ἄναξ Ὀδυσσεῦ: ἴνα μὴ εἴη αὐτῶν εἰς μακρὰν ἡ φιλονεικία διαλλακτὴν εἰσήνεγκεν τὸν Ὀδυσσέο· τοιοῦτον γὰρ ὁ καιρὸς ἐζήτει· εἰσῆκται δὲ Ὀδυσ- σεὺς ὡς σοφὸς καὶ ἀμνησίκακος. 1319 βοὴν Ἀτρειδῶν: οὐκ ἐξ ἑτοίμου φησὶν ὅτι ἥκοι ἀναστέλλων τὸν Ἀγαμέμνονα ἀλλʼ ἐπιμελόμενος τί πράττουσιν οἱ βασιλεῖς· τὴν δὲ ἑαυτοῦ γνώμην ἐδήλωσεν διὰ τοῦ ἀλκίμῳ νεκρῷ ὅτι γενναίαν αὐτοῦ ἐδήλωσε τὴν τελευτήν· διδάσκει δὲ ὁ λόγος ὅτι οὐ δεῖ κατὰ τεθνεώτων λέγειν κἂν ἐχθροὶ ὦσιν. 1321 συλλήπτορα θέλων ἔχειν τὸν Ὀδυσσέα ἄνακτα αὐτὸν καλεῖ. 1322 ἐγὼ γὰρ ἀνδρὶ συγγνώμην: συνετὸς Ὀδυσσεὺς οὐκ εὐθὺς προστιθέμενος τῇ ὀργῇ· ἔστι γὰρ συγγνώμη καὶ τῷ κακῶς εἰπόντι εἰ κακῶς πάσχων ἀμύνηται διὰ λόγων.

---

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), ed. Petrus N. Papageorgius. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5037.tlg004.local001/.
