# Scholia in Sophoclem (scholia vetera) 131

Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera), ΕΙΣ ΟΙΔΙΠΟΔΑ ΕΠΙ ΚΟΛΩΝΩΙ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-sophoclem/scholia-in-sophoclem-scholia-vetera/131

131 ἀφώνως, ἀλόγως: παριόντες, φησί, ταύτας τὰς θεὰς οὐδενὸς λόγου ποιούμεθα ἀλλὰ σιωπῇ ἔχομεν, ἐν ἑαυτοῖς δὲ μόνον καὶ κατὰ διάνοιαν εὐφημότερον διαλεγόμεθα ὁποῖοι γινόμεθα ὅταν μάλιστα ἔν τινι φρικωδεστέρῳ γενώμεθα φόβῳ· ἄκρως δὲ καινότερον διανόημα ἐξήνεγκεν μετὰ κατασκευῆς. τὸ τᾶς εὐφήμου στόμα: τὴν φωνήν· στόμα γὰρ ἡ φωνή· Ὅμηρος καὶ Σοφοκλῆς πολέμου στόμα χαλκοστόμου κώδωνος· ὁ δὲ νοῦς, τὴν φωνὴν τῆς εὐφήμου φροντίδος ἱέντες ὅ ἐστι μετὰ φροντίδος πολλῆς εὐφήμως τὴν φωνὴν ἀφιέντες, εὐφημοῦντες, φησί, καὶ καθʼ ἑαυτοὺς συλλογιζόμενοι εὕρημα· οἱ δὲ τὸ εὐφήμου ἀντὶ τοῦ σιωπηλῆς· τὸ γὰρ εὐφημεῖν ἐπὶ τοῦ σιωπᾶν τάττεται.

---

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), ed. Petrus N. Papageorgius. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5037.tlg004.local001/.
