# Scholia in Sophoclem (scholia vetera) 132-155

Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera), 132 to 155. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-sophoclem/scholia-in-sophoclem-scholia-vetera/132

132 σιωπηλῆς. 133 τὰ δὲ νῦν ὑπερβατόν, τινὰ δὲ τὰ νῦν. 134 οὐδὲν οὐδὲν σέβοντα, ἀσεβῆ· γράφε οὐδὲν λιάζοντα ἀντὶ τοῦ οὐκ - ἐκτρεπόμενον ἃ προσήκει. 135 ὃν ἐγὼ λεύσσων: τὸ ἑξῆς, ὃν ἐγὼ λεύσσων περὶ πᾶν τέμενος οὔπω δύναμαι γνῶναι ποῦ μοί ποτε ναίει. 137 διατρίβει. 139 τὸ τὸ λεγόμενον παρʼ ὑμῶν. 140 οὔπω ἀκριβῶς αὐτὸν ἑωρακότες τοῦτό φασιν. 141 ἀντὶ τοῦ ἀσεβής. 142 λείπει τὸ ὡς, ὡς ἄνομον. 144 οὐ πάνυ μοίρας: οὐκ ἀγαθῆς. μοίρας ἀλλὰ κακῆς. οὐ πάνυ τῆς πρώτης κατʼ εὐδαιμονίαν μοίρας τοὐναντίον δὲ τῆς κατὰ δυσδαιμονίαν ἐσχάτης. οὐ πάνυ μοίρας εἰμὶ πρώτης εἰς τὸ εὐδαιμονίσαι. 145 δηλῶ: τὸ δυστυχὲς διὰ τῶν ὀφθαλμῶν. 148 κἀπὶ σμικροῖς μέγας ὥρμουν: καὶ ἐπὶ εὐτελέσιν αἰτήμασιν οὐκ ἂν σφόδρα ἱκέτευον εἰ μὴ ἥμην δυστυχής. τοῦτο δέ φησι παρʼ ὅσον μέγας ὤν κατὰ μέγεθος καὶ τὴν ἡλικίαν ὑπὸ σμικρᾶς τῆς θυγατρὸς ὁδηγεῖται. 150 ἀπὸ φύτλης· ἀπὸ γενέσεως καὶ ἐξ ἀρχῆς τυφλὸς πέφυκας; δυσαίων: δυστυχὴς καὶ γέρων εἶ ὡς ἔστι στοχάσασθαι ἀπὸ τοῦ εἴδους· φυλακτικῶς δὲ καὶ τοῦτο λέγουσιν ἄρτι ἑωρακότες αὐτοῦ τὸ σχῆμα τὴν πρώτην οὐχ ἑωρακότες ἀλλʼ ἀγνοοῦντες αὐτόν, ἄρα πηρὸς ἦσθα καὶ τοιοῦτος ἐγεννήθης; οὐδέπω γὰρ τἆλλα παθήματα ἴσασιν αὐτοῦ. δυστυχής· 151 μακραίων λείπει τὸ εἶ. 152 ἀλλʼ οὐ μὰν ἔν γ᾿ ἐμοί: ἀλλʼ οὐκ ἄν με, φησίν, αἰτιάσῃ ὡς μὴ προμηνύσαντά σοι μὴ εἰσελθεῖν εἰς τόδε τὸ ἱερόν· ἐάν τις, φησίν, ἀγνοοῦντά τινα καὶ μιαίνοντα τόπον ἄβατον μὴ διδάξῃ αὐτὸς ἐνέχεται ταῖς ἀραῖς· οὐκ ἐμοὶ οὖν, φησί, προσθήσεις τὴν σὴν ἀράν· προαπαγγελῶ γάρ σοι μὴ πατεῖν τὸν ἄβατον τόπον. 155 περᾷς γὰρ περᾷς. οὕτω Δίδυμος· βαδίζεις γὰρ εἰς ὁ οὐ· προσήκει χωρίον ἐπιβαίνειν.

---

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), ed. Petrus N. Papageorgius. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5037.tlg004.local001/.
