# Scholia in Sophoclem (scholia vetera) 1325-1356

Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera), 1325 to 1356. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-sophoclem/scholia-in-sophoclem-scholia-vetera/1325

1325 οὔτε θεραπεύει Ὀδυσσέα ὁ Τεῦκρος διὰ τὸν ἀδελφὸν οὔτε ἀντιλέγει διὰ τὸν καιρόν. 1328 ἔξεστιν ἐμοὶ τῷ φίλῳ σου. δαιμονίως ἡ ἐπιτήρησις· ἠπίστατο γὰρ ὅτι πάντες ἄνθρωποι πρὸς τὸ ἀληθὲς ἀγανακτοῦσι καὶ ἀντιλέγουσιν. 1329 ξυνηρετμεῖν; ξυντρέχειν ὡς πρότερον ἐκ μεταφορᾶς τῶν κοινῶς ἐρεττόντων. συμφωνεῖν. 1334 μηδʼ ἡ βία σε μηδαμῶς. μὴ ἡ ἐξουσία βιασάσθω σε ὥστε πρᾶξαί τι παρὰ τὸ δίκαιον τουτέστι μὴ ὑπὲρ τοῦ ἐνδείξασθαι τούτῳ τὴν ἐξουσίαν παραβῇς τὸ δίκαιον. 1336 κἀμοὶ γὰρ ἦν ποθʼ οὗτος ἔχθιστος: ἱκανὸς ὁ λόγος εἰς πειθὼ ὅτι κἀγώ ποτε ἐχθρὸς ὤν ἐνδέδωκα νῦν διὰ τὸ δίκαιον. 1338 ὅμως. 1339 τουτέστιν ὡς καὶ παρʼ ἐχθρῶν ἄξιος θρήνων τυχεῖν. 1345 βλάπτειν τὸν ἐσθλόν: δύναται καὶ ἐπὶ τοῦ μισοῦντος εἶναι, τὸν ἐσθλὸν οὐ δεῖ μνησικακεῖν, δύναται καὶ ἐπὶ τοῦ μισουμένου καὶ τετελευτηκότος, τὸν ἐσθλὸν οὐ δεῖ βλάπτεσθαι οὐδʼ ἐὰν μισούμενος ᾖ· εὐκαταλλάκτως γὰρ δεῖ πρὸς τοὺς ἀγαθοὺς ἔχειν. 1350 τόν τοι τύραννον εὐσεβεῖν οὐ ῥᾴδιον: ὁ λόγος ὅτι οὐ πάντῃ τῷ δικαίῳ ἀκολουθητέον ἀλλά τι πρὸς τὸ συμφέρον ῥέπειν χρὴ τὸν τύραννον· ἀπρεπὲς γὰρ ὑπὸ Ἀγαμέμνονος ὁμολογεῖσθαιὅτι πᾶς τύραννος ἀδικεῖ ὑπὸ τῆς ἐξουσίας περὶ τὰ τοιαῦτα τῶν ἔργων προβαλλόμενος. 1351 ἀλλʼ εὖ λέγουσι: κατὰ κοινοῦ τὸ ῥᾴδιον· ἔστιν οὖν ὁ νοῦς τοιοῦτος, ἀλλὰ ῥᾴδιόν ἐστι τοῖς καλῶς συμβουλεύουσι φίλοις τιμὰς νέμειν ἀντὶ ἐμοὶ καλῶς σοι συμβουλεύοντι τιμὴν ἀπόδος τουτέστιν ἄκουσόν μου. 1352 κλύειν τὸν ἐσθλόν: ἄκρως αἱ ἀντιθέσεις· ὁ μὲν Ὀδυσσεὺς ἐπὶ τιμῇ τῶν φίλων ὑφεῖναι τὸν βασιλέα τῆς ἐξουσίας παρακαλεῖ ὁ δὲ ἀντιστρέψας φησὶν ὅτι τὸν ἀγαθὸν ἄνδρα χρὴ πείθεσθαι τοῖς βασιλεῦσιν. 1353 τῶν φίλων νικώμενος] λείπει ἡ ὑπό. 1356 τί ποτε ποιήσεις;: ἐν ἐρωτήσει ὁ λόγος, ποδαπός τις ἔσῃ πρὸς ἐχθροὺς καὶ τί αὐτοὺς διαθή- σεις δεινὸν ὁπότε οὕτως ὑπὸ νεκροῦ ἥττησαι;

---

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), ed. Petrus N. Papageorgius. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5037.tlg004.local001/.
