# Scholia in Sophoclem (scholia vetera) 1349-1521

Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera), 1349 to 1521. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-sophoclem/scholia-in-sophoclem-scholia-vetera/1349

1349 ἀπόλοιτο, φησίν, ὅστις ἀπὸ τῆς ἀγρίας πέδης τῆς διανεμομένης τοὺς πόδας μου ἔλαβεν καὶ διέσῳσέ με. 1350 ἐπὶ ἐν τῇ δημοσίᾳ ὁδῷ τῇ ὑπὸ τῶν νομέων πατουμένῃ. 1353 εἰς οὐδενὸς χάριν τὴν ἐμὴν σωτηρίαν ἐργοζόμενος ἀντὶ τοῦ μηδὲν χρηστὸν ἐργασάμενος ἐν τῷ διασῷσαί με. 1354 ἀντὶ θανόντος· ἢ τὸ ἦν ἀντὶ τοῦ ἤμην. 1362 ἐξ ὧν ἐτέχθην ἐξ αὐτῶν καὶ τέτοκα. 1364 εἴ τι κακοῦ κάκιον τοῦτʼ ἔλαχεν Οἰδίπους. 1369 τὰ τῆς τυφλώσεως. 1370 φησὶ πρὸ τοῦ θανάτου ταῦτα διαθεῖναι ὅπως ἂν τοῖς γονεῦσι καθʼ Ἅιδου μὴ συντυγχάνῃ ὁρῶν· εἶναι γὰρ αὐτῷ τοῦτο αἰσχρόν. 1374 ἀγχόνης ἐπικρατέστερα, ἅπερ οὐκ ἦν ἰᾶσθαι οὐδὲ ἐν θανάτῳ· διὰ τούτου οὖν ἀπολογεῖται ὅτι μεῖζον κακὸν διεπράξατο εἰς ἑαυτὸν ἢ εἴπερ ἦν τελευτήσας. 1375 ἀλλʼ ἡ ἐν ἐρωτήσει. 1384 ὄνειδος καὶ συμφοράν. 1396 κάλλος ὡς εἰ ἔλεγεν τὸ κράτιστον τῶν κακῶν. ὕποπτον. 1400 τοὐμὸν τὸ τοῦ πατρός φησιν. 1401 γράφε ὅταν. 1406 συγγενικόν. 1409 γνώμη. 1413 πορεύεσθε. 1416 ὧν ὧν χρείαν ἔχεις εἰς βοήθειαν. 1425 τὰ τέκνα. 1434 ὑπὲρ σοῦ καὶ οὐχ ὑπὲρ ἐμαυτοῦ λέξω. 1442 ὁ μὲν τῷ προειρημένῳ χρησμῷ ἀξιοῖ ἀκολουθεῖν ὅτι δεῖ ῥίπτειν αὐτὸν ἀπὸ τῆς χώρας ὁ δὲ Κρέων ἐπανερέσθαι φησὶ δεῖν ὅτι καὶ Λαΐου παῖς καὶ βασιλεὺς τυγχάνει. ἡ χρεία ἡ κατέχουσα ἡμᾶς, φησί, ταῦτα ἀπαιτεῖ. 1445 ἵνα καὶ μετὰ γνώμης θεοῦ ἀπέλθῃς. 1453 ἴδιον· ἢ ὀφειλόμενον καὶ κεκυρωμένον. 1454 ἵνα δόξω νῦν ἀναιρεῖσθαι ἐν τῷ Κιθαιρῶνι καθὼς τοῖς γονεῦσιν ἐδόκει καὶ νῦν τῷ βουλήματι αὐτῶν ἀπόλλυμαι. 1463 δυικόν ἐστι, τῶν κορῶν. 1465 ἀντὶ ἐμοί. 1471 αἰσθάνεται τῶν θυγατέρων παρουσῶν. 1472 τοῖν μοι ἀντὶ τῶν ἐμῶν θυγατέρων· δέον δὲ εἰπεῖν δακρυρροούσαιν ἀρσενικῶς ἐξήνεγκεν· ἔστι δὲ Ἀττικώτερον ὡς τὸ μὰ τὼ θεὼ καὶ τὼ χεῖρε. 1482 αἵτινες χεῖρες τὰ πρόσθεν λαμπρὰ ὄμματα τοῦ ὑμετέρου πατρὸς ὧδʼ ὁρᾶν προὐξένησαν. 1486 περιεποίησαν. 1488 πῶς ὑμῖν βιῶναι ἐκ τῶν ἀνθρώπων ἀνάγκη· ἢ ἡ πρὸς ἀντὶ τῆς μετὰ ἀντὶ τοῦ μετὰ ἀνδρῶν. 1493 συζεύξει. 1498 κἀκ τῶν ἐκ τῆς ἀρούρης τῆς αὐτῆς. 1500 ὑβρισθήσεσθε. 1508 ἀντὶ τοῦ μικράς. 1513 οὗ καθʼ Ἅιδου. 1521 ἀφίστασο· τῇ προσῳδίᾳ δὲ ὡς ἀφαιροῦ.

---

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), ed. Petrus N. Papageorgius. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5037.tlg004.local001/.
