# Scholia in Sophoclem (scholia vetera) 1358-1418

Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera), 1358 to 1418. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-sophoclem/scholia-in-sophoclem-scholia-vetera/1358

1358 ἔμπληκτοι βροτῶν: οἱ μὴ ἐμμένοντες τῇ ἀρχαίᾳ ἀρετῇ καὶ φιλίᾳ, ἄφρονες παρὰ τοῖς ἀνθρώποις. ἄλλως: ἔμπληκτοι κοῦφοι, εὐμετάβλητοι· ὀνειδίζει δὲ Ὀδυσσεῖ ὡς εὐμεταβλήτῳ· οἱ τοιοῦτοι οὖν ἔμπληκτοι παρὰ τοῖς βροτοῖς λέγονται ὡς καὶ Ὅμηρος ἐμπλήγδην ἕτερον μὲν τίει βροτόν. 1359 ἦ κάρτα: πρὸς ταῦτα Ὀδυσσεὺς ἀντιλέγει ὅτι οὐκ ἐν τῇ ταὐτότητι μένει τὸ τῶν ἀνθρώπων γένος ἀλλὰ ποτὲ μὲν φίλοι εἰσὶ ποτὲ δὲ ἐχθροί. πολύ, φησί, τοῦτο ἀνθρώπων , τὸ κατὰ καιρὸν μεταβάλλεσθαι εἰς φιλίαν ἢ εἰς ἔχθραν. 1363 ὁ μὲν τὸ τῆς ἀνδρείας ὁ δὲ τὸ τῆς δικαιοσύνης προβάλλεται. 1365 καὶ γὰρ αὐτὸς ὑπόκειμαι τῇ ὁμοίᾳ τύχῃ τῇ ἀνθρωπίνῃ· ἢ καὶ αὐτὸς ἵξομαι πρὸς τὸ θάψαι αὐτόν. 1366 ἦ πάνθ᾿ ὅμοια: ἔχει τι δυσκολίας, ἔστι δὲ οὕτως, κοινὸν ἔγκλημα τοῦτο τοῖς ἀνθρώποις, τὸ εἶναι ἕκαστον φίλαυτον· τοῦτο οὖν ἐγκαλεῖ τῷ Ὀδυσσεῖ ὁ Ἀγαμέμνων, ὅτι εὐδοξίαν σοι ἐργάζεται τὸ ὑπείκειν ταφῆναι τὸν Αἴαντα. οὐδαμῇ τὸ κεχαρισμένον ἑτέρῳ διαπράττει· καὶ ὁμολογεῖ Ὀδυσσεὺς τὸ φίλαυτον ἵνα μὴ δόξῃ πᾶσιν ἀντιλέγειν. 1376 ἀπὸ ταύτης τῆς ἡμέρας ἀγγέλλομαι καὶ σημαίνω αὐτῷ φιλίαν. 1378 καλῶς τὸ θέλω, εἰ ἐπιτρέποι Τεῦκρος. 1381 εὐγνωμόνως πρὸς τὸ παρὸν ὁ Τεῦκρος θεραπεύει τὸν Ὀδυσσέα κατατιθέμενος καὶ τὴν πρὸς αὐτὸν ἔχθραν. 1382 καί μ᾿ ψευσθῆναι τῆς ἐλπίδος ἐποίησας ἣν κακῶς εἶχον περὶ σέ. 1386 ὃν εἰώθαμεν λέγειν ἐμβρόντητον. 1394 πιθανῶς καὶ εὐσχημόνως. 1402 πιθανὴ ἡ ἔξοδος διὰ τὴν σπουδὴν τῆς ταφῆς· πολὺς οὖν ἤδη χρόνος ἀφʼ οὔ τετελεύτηκεν ὁ Αἴας καὶ ἤδη δεῖ αὐτὸν ταφῆναι. 1404 χερσὶ μετὰ σπουδῆς ὀρύξατε. 1406 εὔκαιρον· ἐν καιρῷ γὰρ ἤδη καὶ τοῦτο ὥστε ἀπολοῦσαι τὸ σῶμα καὶ καθᾶραι. 1407 τῆς σκηνῆς. σύστημα, κυρίως δὲ φατρία. 1408 τὸν τὸν ἐνόπλιον. 1409 τραγικὰ καὶ ταῦτα καὶ πάθους ἐχόμενα. 1412 ἀναδόσεις αἵματος. μέλαν μένος: ἀντὶ τὴν δύναμιν τοῦ Αἴαντος. 1413 ὅστις τῶν παρόντων φίλος ἐστὶ σπευδέτω εἰς τὴν ταφήν. 1415 οἱ τοιοῦτοι ἔπαινοι περὶ τῶν ἰδίων λεγόμενοι περιπαθέστεροί εἰσιν. Σοφοκλέους Αἴας μαστιγοφόρος.

---

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), ed. Petrus N. Papageorgius. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5037.tlg004.local001/.
