# Scholia in Sophoclem (scholia vetera) 1405-1493

Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera), 1405 to 1493. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-sophoclem/scholia-in-sophoclem-scholia-vetera/1405

1405 φίλων ὁ λόγος ἀποτείνεται πρὸς Αἴγισθον. 1406 βοᾷ τις ἔνδον: οἰκεῖον τὸ διανόημα γυναικῶν, τὸ δὲ ἀνήκουστα οὐχ ὡς καταγινώσκουσαι τοῦ Ὀρέστου φασὶν ἀλλὰ πᾶν τὸ πρᾶγμα ἐκτρεπόμεναι. 1413 πόλις, ὦ γενεά: γενεὰ τοῦ οἴκου τούτου, κατὰ ταύτην σε τὴν ἡμέραν ἡ Μοῖρα εἰς φθορὰν καὶ ἐλάττωσιν τοῦ γένους ἄγει. 1417 ἀντὶ ἐπεξέρχονται ἑαυτούς. 1420 ἐκχέουσι τὸ αἶμα τῶν φονευσάντων οἱ φονευθέντες. 1425 Ἀπόλλων εἰ καλῶς ἐθέσπισεν: οἷον οὐκ ἀπʼ ἐμαυτοῦ ἐπιβαλλόμενος ἔπραξα ἀλλὰ πειθόμενος θεῷ. 1428 λεύσσω γὰρ οἷον ὑποστρέψαντα· μετεκέκλητο γὰρ ἴσως ὑπὸ Κλυταιμήστρας. 1434 νῦν, τὰ πρὶν εὖ θέμενοι: τὰ μὲν πρὶν εὖ θέμενοι, τὰ κατὰ τὴν Κλυταιμήστραν, ὡς καὶ 〈τὰ〉 ὕστερον εὖ εἴη, τὰ κατὰ Αἴγισθον. 1437 δι᾿ ὠτὸς ἂν παῦρά γε: μὴ ἀνατεταμένως φθέγγεσθαι ἀλλʼ ἐλαφρῶς ἐν τὶ λαλεῖν δεῖ μηδὲ μηκύνειν τὸν λόγον. 1438 ὡς ἠπίως ἐννέπειν: γράφε νηπίων, ὡς μικρῶν παίδων ῥήματα οὕτως αὐτῷ ἀφελῶς διαλέγεσθαι δεῖ μὴ ἀνακαλύπτοντας εὐθέως τὸ γεγονὸς κατὰ τὸν οἶκον. γράφε νηπίῳ. 1439 πρὸς ἄνδρα τόνδε συμφέροι: καθʼ ὑπερβατόν, συμφέροι ἂν πρὸς τοῦτον τὸν ἄνδρα ὀλίγα διʼ ὠτὸς αὐτοῦ ἐννέπειν ὡς ἀνοήτῳ διαλεγόμενον· λείπει δὲ καὶ τῷ λόγῳ, διαλεγόμενον τῷ νηπίῳ· ἢ πρὸς αἰτιατικὴν μετακτέον, πρὸς τὸν ἄνδρα συμφέροι ἂν τοῦτον ὡς πρὸς νήπιον ἐννέπειν ὀλίγα διὰ τοῦ τὸς ὅπως ἀπατηθεὶς ἐμπέσοι εἰς τὸν ἀγῶνα τῆς δίκης τὸν λάθρᾳ κατʼ αὐτοῦ γινόμενον. 1450 δίδασκέ γράφεται μήνυέ μοι. 1457 ἐπισαρκάζουσα τάδε φησίν. 1458 κελεύει ὁ Αἴγισθος ἐμφανῶς δείκνυσθαι τὸ σῶμα τοῦ Ὀρέστου, οἱ δὲ ἐπιδεικνύουσι τὸ τῆς Κλυταιμήστρας. 1462 ἐὰν μὴ πείθηται, πρὸς βίαν κολάσεως τυχὼν παῤ ἐμοῦ τότε φύσει φρένας καὶ εἴσεται ὅτι ἄμεινον ἦν πείθεσθαι τῷ κρατοῦντι. 1466 οἷον ἐφθονήθη καὶ ἔπεσεν ὁ Ὀρέκτης· εἰ δὲ μέμψις τις ἔπεστιν οὐ λέγω· εἰ δὲ μεμφόμεθα τοῖς περὶ αὐτῷ συμβᾶσιν οὐ λέγω. 1478 τοῖς τῷ Ὀρέκτῃ. 1483 κἂν ἐπὶ κἂν σμικρόν. μὴ πέρα λέγειν περισσὴ γὰρ καὶ ἀπίθανος διατριβὴ πρὸς τῷ τέλει ἐκτείνειν λόγους. 1488 οἰωνοῖς καὶ κυσὶ πρόθες αὐτόν. 1493 τὸ ἄταφον αὐτὸν αἰκισθῆναι.

---

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), ed. Petrus N. Papageorgius. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5037.tlg004.local001/.
