# Scholia in Sophoclem (scholia vetera) 145-170

Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera), 145 to 170. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-sophoclem/scholia-in-sophoclem-scholia-vetera/145

145 οὐ θάλπος κ. ἀντὶ οὐδεμία μεταβολή. 147 ἡδοναῖς — ταῖς εὐθυμίαις ἐξυψοῖ. 148 ἐς τοῦθʼ ἕως τις ἀντὶ παρθένου: τὸ τηνικαῦτα ἐπειδὰν γαμηθείη τις εἰς τὰ καθʼ ἑαυτὴν ἀποβλέπουσα καὶ συνορῶσα ὡς ἔξω τῆς ἀμεριμνίας εἰς φροντίδας εἰσῆλθεν οἰκτείρει τὰ κατʼ ἐμέ. 150 ἡ πρὸς ἀντὶ τῆς ὑπέρ. 151 τὸ αὐτοῦ ὡς πρὸς τὸ νέον ἀποδέδωκεν. 153 πάθη μὲν οὖν δὴ πόλλʼ ἔγωγε: τὰ μὲν ἄλλα πάθη τοῦ Ἡρακλέους πολλάκις ἀπωδυράμην ἓν δὲ νῦν εἰπεῖν βούλομαι οἷον οὐκ εἴρηκά πω. 155 ὅτι πρὸ πολλοῦ χρόνου χρησμὸς ἦν αὐτῷ δεδομένος. 161 νῦν δʼ ὡς ἔτʼ οὐκ ὤν: ἀεὶ μὲν ἐξῄει ὡς ἐπὶ ὁμολογουμένῳ κατορθώματι νῦν δὲ ὡς τεθνηξόμενος ἐνετείλατό μοι ἵνα πρόνοιαν ἄλλου ἀνδρὸς ἐμαυτῇ ποιήσωμαι, εἶπε δὲ καὶ περὶ τῆς ἑκάστου τῶν τέκνων μερίδος. 162 χρεῖʼ μ᾿ ἑλέσθαι κτῆσιν: ἔλεγεν προσήκειν ἐμὲ λαβεῖν τὴν προῖκα καὶ τὰ δῶρα ἃ ὑπὲρ τοῦ λέχους ἐκτησάμην. ἢ προνοεῖσθαι ἑτέρου ἀνδρὸς ἢ αῴζειν τὸ λέχος. 167 τοῦθʼ διαφυγόντα τὸν θάνατον. 169 τοιαῦτʼ ἔφραζε: ἡ δέλτος τοιαῦτα ἔλεγεν παρὰ θεῶν εἱμάρθαι ὥστε τούτων θάτερον αὐτῷ τέλος ἔσεσθαι τῶν πόνων. 170 τῶν τῶν ἑαυτοῦ πόνων τὸ τέλος· πολύ δὲ τὸ τοιοῦτο εἶδος παρὰ ποιηταῖς.

---

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), ed. Petrus N. Papageorgius. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5037.tlg004.local001/.
