# Scholia in Sophoclem (scholia vetera) 1595-1664

Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera), 1595 to 1664. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-sophoclem/scholia-in-sophoclem-scholia-vetera/1595

1595 ἐφʼ οὗ μέσου: μέσου ἀντὶ τοῦ μεταξύ τοῦ κρατῆρος ὅ ἐστι τοῦ μυχοῦ στάς. σταθεὶς καὶ μηκέτι ὁδεύσας. τοῦ τε Θορικίου πέτρου; ταῦτα γνώριμα τοῖς ἐγχωρίοις· Θόρικος δὲ δῆμος τῆς Ἀκαμαντίδος φυλῆς. 1596 ἀπὸ κοινοῦ τὸ στάς, κοίλης δὲ ἀχέρδου τῆς τὸν πυθμένα ἐχούσης ὑπόκενον, σαπέντα. 1599 ἐπὶ τὸ ἀφαγνισθῆναι αὐτὸν πρὸ τελευτῆς. 1600 τώδʼ εὐχλόου Δήμητρος. εὐχλόου Δήμητρος ἱερόν ἐστι πρὸς τῇ ἀκροπόλει· καὶ Εὔπολις Μαρικᾷ ἀλλʼ εὐθὺ πόλεως εἶμι· θῦσαι γάρ με δεῖ κριὸν χλόῃ Δήμητρι ἔνθα δηλοῦται ὅτι καὶ κριὸς θήλεια τῇ θεῷ ταύτῃ θύεται, οὕτω δὲ τιμᾶται ἐκ τῆς κατὰ τῶν κήπων χλόης· θύουσί τε Θαργηλιῶνος ἕκτῃ. 1601 ἐντολάς, πράξεις. 1603 ᾗ ὡς νομίζεται ἐπὶ τοῖς νεκροῖς. 1606 Ζεὺς πάνυ σεμνῶς τὸ χθόνιος οἷον μύκημα ἐγένετο καὶ ἐσείσθη ἡ γῆ προδηλοῦντος τοῦ θεοῦ τὸν καιρὸν ἐν ἔδει ἀποτάττεσθαι τὸν Οἰδίποδα. 1608 οὐδʼ οὐκ ἀνέπεμπον. 1611 περιπλέξας. 1614 γηροκομίαν. 1617 ἀντὶ τοῦ οὐδεὶς πλέον μου ὑμᾶς ἐφίλησεν. 1621 λύζοντες. πάντες ἀντὶ τοῦ ὁμοῦ· κατʼ ἐπικράτειαν δὲ πάντες ἔφη ἑνὸς μὲν ὄντος τοῦ ἄρσενος, τοῦ Οἰδίποδος, δύο δὲ τῶν θηλειῶν· ὅμοιον τῷ Μοῦσαι καλαὶ κἄπολλον οἷς ἐγὼ σπένδω. 1624 ἐκάλεσεν, ἐβόησεν. 1630 ἀντὶ τοῦ πρὸς αὐτόν. 1632 πίστιν διὰ τοῦ ἀρχαίαν βούλεται λέγειν ἀρχὴν πίστεως. 1634 ὅσ᾿ ὅσα ἄν. 1642 δίκαιον νομίζειν. 1646 πολυστακτί, πολυδακρύτως. 1648 ἴδιον αὐτοῦ τὸ πολλαῖς κεχρῆσθαι ταῖς προθέσεσι· παραφυλακτέον δὲ πῶς καὶ τὰ ἄρρητα ὑπʼ ὄψιν ἤγαγεν ὁ ἄγγελος ἐκ τῶν σχημάτων μηνύων. 1650 ἄνακτα δʼ αὐτόν: τὸν δὲ Θησέα εἴδομεν κατὰ τοῦ κρατὸς ἔχοντα χεῖρα ἐπίσκοτον ὀμμάτων ὅ ἐστι τῇ χειρὶ σκέποντα τοὺς ὀφθαλμοὺς πρὸς τὸ μὴ θεωρῆσαι τὸ δεινὸν τοῦ πάθους ἢ τὸ σχῆμα τῶν θαυμαζόντων ἐνδεικνύμενον. 1653 ἀντὶ τοῦ μετʼ ὀλίγον, οὐ μετὰ πολύ. 1659 ἀνεῖλεν. 1661 ἢ τὸ νερτέρων γῆς πέδον εὔνουν διαστὰν ὅ ἐστι χάσμα αὐτῷ εὔνουν ἐγένετο. 1662 γράφε ἀλάμπετον. 1664 ἐξέπνευσεν. ἀλλʼ εἴ ὡς οὐδεὶς ἄλλος.

---

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), ed. Petrus N. Papageorgius. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5037.tlg004.local001/.
