# Scholia in Sophoclem (scholia vetera) 1720-1774

Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera), 1720 to 1774. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-sophoclem/scholia-in-sophoclem-scholia-vetera/1720

1720 ἀλλʼ ἐπεὶ ὀλβίως γ᾿ ἔλυσεν: ἐπεὶ ὁ Οἰδίπους εὐδαιμόνως ἀπέθανεν μὴ λίαν θρηνεῖτε. 1723 δυσάλωτος δύσληπτος ἀλλʼ εὐάλωτος. 1725 ὡς τί ῥέξωμεν;: κατὰ κῶλον ἀλλήλαις διαλέγονται πάνυ παθητικῶς· καὶ μή τινι ἀπίθανον δόξῃ καὶ ἀνοικονόμητον καὶ τὸ ἐπιθυμεῖν τὴν Ἀντιγόνην ὀπίσω ἀπιέναι ἐπὶ τὸν τοῦ πατρὸς τάφον μὴ ἐπισταμένην τὰ κατʼ αὐτὸν ὅπως ἀπέθανεν ἀλλὰ τὸ ἦθός ἐστι τὸ παθητικὸν καὶ μάλιστα πράττουσιν αἱ γυναῖκες ἐν τοῖς τοιούτοις συμπτώμασιν ἀεὶ ἐπιφοιτᾶν θέλουσαι τοῖς τῶν θανόντων τάφοις. 1729 τὸ ἡξῆς, οὐχ ὁρᾷς καὶ τόδε ὡς ἄταφος ἔπιτνε δίχα τε παντός; τὰ δὲ ἄλλα διὰ μέσου κατʼ ἀκόλουθον τῆς Ἀντιγόνης. 1740 χ. κακῶς ἡ ἀντωνυμία διὸ τὸ χ. 1751 τῇ μὲν ἑρμηνείᾳ ἐπιστῆσαι ἄξιον τὸ δὲ τῆς διανοίας σαφές· φησὶ γὰρ ὁ χορός, μὴ θρηνεῖτε, ὦ παῖδες· νέμεσις γάρ ἐστι τοῦτον θρηνεῖν τὰ τῆς τελευτῆς κατὰ χάριν ἀπέβη· οὐ χρὴ οὖν τούτους πενθεῖν οἷς κεχαρισμένον ἐστὶ τὸ ἀποθανεῖν. 1760 παραφύλαξον τὴν τέχνην πῶς καὶ αἱ νέαι μὲν ἄπειροι τῶν κατὰ τὴν ὑπόθεσιν λοιπὸν δὲ παρὰ τοῦ Θησέως μανθάνομεν τίνα ἦν ἔνια τῶν εἰρημένων αὐτῷ ὑπὸ τοῦ Οἰδίποδος. τὰ τελευταῖα καὶ δυστραπελώτερα καὶ οὐ ῥᾳδίως ἐστὶν αὐτῶν κατακρατῆσαι ἐν τῇ ἐξηγήσει· πεποίηται γὰρ ταῦτα εἰς τὸ ἀσαφέστερον. 1768 εἰ ἀρέσκει τούτῳ ταῦτα, τὸ μὴ λεχθῆναι ἡμῖν, καὶ ἡμῖν ἀρκεῖ τὸ μὴ ἀκοῦσαι. 1772 τοῖσιν Ἐτεοκλεῖ καὶ Πολυνείκει. 1774 ἀντὶ τοῦ χρήσιμα. Σοφοκλέους Οἰδίπους ἐπὶ Κολωνῷ. εὗρες, Σοφόκλεις, ἐν σοφοῖς μέγα κλέος· ἀλλοτρίας γὰρ συμπλέκων θρηνῳδίας ἅπαντας ἡμᾶς πενθίμους ἀπειργάσω.

---

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), ed. Petrus N. Papageorgius. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5037.tlg004.local001/.
