# Scholia in Sophoclem (scholia vetera) 195-222

Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera), 195 to 222. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-sophoclem/scholia-in-sophoclem-scholia-vetera/195

195 ἀνταία| γενύων: ὅτε ἀνταίαν ἐπλήγης ἀπὸ γενύων παγχάλκων ὅ ἐστι πελέκεων· γένυς γὰρ εἶδος πελέκεως. 197 δόλος ἦν ὁ φράσας: ἀντὶ ὁ φρασάμενος, ὁ ἐπινοησάμενος, ὁ δὲ ἀνελὼν ἔρως· διʼ ἔρωτα γὰρ ἑαυτῶν ἀνεῖλον Ἀγαμέμνονα. δόλος ὁ φρασάμενος τὴν ἑστίασιν ἐν ᾗ ἀνῃρέθη. 198 προσκεψάμενοι. 199 μορφάν. μορφήν, τύπον· τὴν δὲ μοιχείαν φησὶ τοῦ Αἰγίσθου ἢ τὴν ὄψιν ἥν εἰργάσατο τοῦ φόνου. εἴτʼ οὖν θεός: πάνυ αἰδημόνως ὁ χορὸς τὸ μὲν πρᾶγμα λέγει τοὺς δὲ πράξαντας οὐκ ἐλέγχει. 203 ὦ δείπνων ἀρρήτων: τῶν ὑπὸ Αἰγίσθου, φησί, τῷ Ἀγαμέμνονι παρασκευασθέντων ἐπʼ ὀλέθρῳ ἃ οὐδὲ ὀνομάσαι καλόν. 204 ἔκπαγλʼ μεγάλα. γράφε ἔκπαγλα πάθη. 206 διδύμαιν τῆς Κλυταιμήστρας καὶ τοῦ Αἰγίσθου. 207 αἳ τὸν ἐμὸν εἷλον βίον: πάνυ περιπαθῶς, αἵτινες χεῖρες, αἱ ἀνελοῦσαι τὸν Ἀγαμέμνονα, τὸν ἐμὸν βίον ἀνεῖλον καὶ προέδωκαν τοῖς ἐχθροῖς. 210 ποίνιμα: ποινὴ λέγεται ἐπὶ μόνης καταβολῆς χρημάτων· Ὅμηρος ποινὴν ἢ οὗ παιδὸς ἐδέξατο τεθνηῶτος καὶ ἀλλʼ ὁ μὲν ἐν δήμῳ μένει αὐτοῦ πόλλʼ ἀποτίσας τοῦ δέ τʼ ἐρητύεται κραδίη καὶ θυμὸς ἀγήνωρ ποινὴν δεξαμένῳ. 211 ἡδονῆς, δόξης. 213 φράζου μὴ πόρσω φωνεῖν: ὁ χορὸς ἐπιτιμᾷ τῇ Ἠλέκτρᾳ μὴ ἄντικρυς ταῖς βλασφημίαις κατὰ Κλυταιμήστρας καὶ Αἰγίσθου χωρεῖν· οἰκείας δὲ ἤτοι τὰς συγγενικὰς ἢ ἀπὸ σοῦ ἐσομένας καὶ οὐκ ἀλλαχόθεν. 214 οὐ γινώσκεις, φησίν, ἐξ οἴων ἀγαθῶν εἰς τί ἀνιαρὸν ἐλήλυθας; 218 σᾷ δυσθύμῳ τίκτουσʼ ἀεὶ ψυχᾷ τοιαῦτα γεννῶσα ἐξ ὧν πολεμεῖταί σου ἡ ψυχή. σαυτῇ γεννῶσα ταῦτα ἐξ ὧν πολεμεῖταί σου ἡ ψυχή ὡς ἐν ἀθυμίαις αὐτῆς οὔσης. 219 τὰ δὲ τοῖς δυνατοῖς οὐκ ἐριστά: τοῖς κρατοῦσιν οὐ διʼ ἔριδος δεῖ εἰς ταῦτα προσπελάζειν ἀντὶ οὐχ οἷόν τέ σε ἐρίζειν τοῖς δυνατοῖς. καὶ ἄλλως: ταῦτα δὲ ἃ πράττεις οὐκ ἐριστὰ τοῖς κρατοῦσίν ἐστιν τουτέστι περὶ τούτων φιλονεικίαν πρὸς τοὺς κρατοῦντας ποιεῖσθαι ἀσύμφορον. 220 πελάζειν. 222 τοῦτο τὸ ἔπος, φησίν, οὐ λανθάνει με ἀλλʼ οἶδα τὸ ἀσφαλὲς καὶ συμφέρον, διὰ δὲ τὴν ὑπέρβασιν τῶν δεινῶν ἀναγκάζομαι καὶ ἐπικινδυνώδη τινὰ φθέγγεσθαι.

---

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), ed. Petrus N. Papageorgius. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5037.tlg004.local001/.
