# Scholia in Sophoclem (scholia vetera) 2-11

Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera), 2 to 11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-sophoclem/scholia-in-sophoclem-scholia-vetera/2

2 δόλον. λείπει ἡ κατά. τὸ θηρώμενον ἐπήνεγκεν καὶ τὰ ἄλλα μεταφορικῶς καὶ τὸ νεοχάρακτα εὐφυῶς· ὁπόταν γὰρ νεωστὶ αἱ ἀποχαράξεις τῶν ζῴων γένωνται μᾶλλον ἐπακολουθοῦσιν οἱ κυνηγέται πρὶν ὑπὸ ἀνέμου ἀφανισθῇ ἡ ὀδμή. 5 μετρούμενον ἀνιχνεύοντα. ἀριθμοῦντα, ζητοῦντα. ἀκολουθοῦντα τὰ ἴχνη τὰ ἐκείνου νεοχάρακτα, νεωστὶ κεχαραγμένα· προσοχὴν δὲ ἐργάζεται τῷ ἀκροατῇ περὶ τῶν δηλωθησομένων. 7 εὖ δέ σ᾿ ἐκφέρει: ἐπάγεταί σε ἡ βάδισις Αἴαντος δίκην κυνὸς εὐοσφρήτου ἀπὸ τοῦ ἴχνους ζητοῦντα εἰ ἔνδον γέγονεν ὁ Αἴας· προέλκονται γὰρ τοὺς κυνηγέτας αἱ κύνες ἐπὶ τὰ ἐπαγόμενα παρʼ ὃ καὶ ἐπακτῆρας ἔνιοι θέλουσιν αὐτοὺς καλεῖσθαι ὡς ἐπαγομένους ὑπὸ τῶν κυνῶν· Ὅμηρος οἱ δʼ ἐς βῆσσαν ἵκανον ἐπακτῆρες. πρὸ δʼ ἄρ᾿ αὐτῶν ἴχνιʼ ἐρευνῶντες κύνες ἤισαν. 11 οὐκ ἀναγκαῖον τὸ πολυπραγμονεῖν ἔτι εἰ ἔνδον ἐστὶν Αἴας (ἔγνω γὰρ) ἀλλὰ λέγειν διὰ τί τὴν σπουδὴν ταύτην ἔθου ἴνα παρʼ ἐμοῦ μάθῃς τὰ ἀγνοούμενά σοι.

---

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), ed. Petrus N. Papageorgius. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5037.tlg004.local001/.
