# Scholia in Sophoclem (scholia vetera) 211-320

Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera), 211 to 320. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-sophoclem/scholia-in-sophoclem-scholia-vetera/211

211 φροντίδας νέας: τὸ ἑξῆς, ἔχε φροντίδας νέας οἷον κοινότερόν τι βούλευσαι τί πρὸς αὐτὸν ἐρεῖς. 212 οὐκ ἔξεδρος ἀλλʼ οὐ μακρὰν ἀλλʼ ἐγγὺς καὶ ἐπὶ τόπου. 213 οὐ μολπὰν σύριγγος ἔχων οὐ βοᾷ τερπόμενος σύριγγι ὡς ποιμήν. 215 ἀλλʼ ἢ που πταίων: ἀλλὰ τάχα ἢ προσκόπτων ὑπὸ τῶν βασάνων βοᾷ ἢ δύσορμον τὸν λιμένα ὁρῶν· προβοᾷ γὰρ ἡμῖν μὴ πελάζειν εἰς αὐτόν· Ὅμηρος Λῆμνον ἀμιχθαλόεσσαν τὴν ἀπροσόρμιστον. 222 ἤ ἢ ποίου γένους. 223 Ἑλληνικῆς. 225 φόβῳ διὰ τὰ κακά. 226 δεῖ γὰρ αὐτὸν ἐξηγριωμένον εἰσφέρειν τῇ ὄψει καὶ τῷ σχήματι. 230 (ἀνταμεί)βε(σθε). 231 τοῦτό τῆς προσηγορίας. εἰς τοῦτο. 234 θαυμαστικὸν μετʼ ἐκπλήξεως τὸ φεῦ ἐνταῦθα. καὶ τὸ καί. 236 προσορμίσαι ἐποίησεν. 238 μάθω. 240 λέγομαι. 244 ὥρμισας. 246 πῶς θαυμάζων φησὶν ἐπεὶ μὴ εἶδεν αὐτὸν ἐξ ἀρχῆς στρατευσάμενον. 251 φήμην. 254 ἐχθρός. 257 ἀλλʼ οἱ οἱ Ἀτρεῖδαι. 264 χὠ Κεφαλλήνων ὁ Ὀδυσσεύς. 267 δήγματι· τὸ γὰρ δῆγμα τοῦ ὄφεως μόνον χαράσσει. 268 ξὺν νόσῳ. 269 τῆς τῆς παραθαλασσίας· ὅτε ἀπὸ Χρύσης ἦλθον εἰς Λῆμνον ὃς Χρύσην ἀμφιβέβηκας. 270 λέγεται γὰρ ὡς ἐν Λήμνῳ βουλόμενος ἀναστῆσαι βωμὸν Ἡρακλεῖ παρὰ τὸν αἰγιαλὸν ὑπὸ ὄφεως ἐπλήγη. προσώρμισαν. 271 κινήματος, πόνου. 275 οἷ᾿ αὐτοῖς καταρᾶται. 276 ἀνάστασιν νῦν καλεῖ τὴν ἐξ ὕπνου ἔγερσιν. 280 ἀπελθούσας. 284 τούτου: τοῦ ἀνιᾶσθαι ἄδειαν καὶ εὐχέρειαν πολλήν. 286 καὶ ἔδει με ἐμαυτῷ ἐξυπηρετεῖσθαι. 287 τὰ τὰ ἀναγκαῖα. 290 ὁ ἐπισπώμενος τῇ νευρᾷ· διὰ γὰρ τῶν γλυφίδων ἔρχεται. 291 εἰλυόμην: ἐπορευόμην· εἴλυσις γὰρ ἡ πορεία. 296 (ἐκ)πρί(βων). 297 ἀπροσδόκητον. ἄλλως: καλῶς εἶπεν ἄφαντον· οὐ φαίνεται γὰρ ἀλλὰ δυνάμει αὐτὸ ἔχει. 298 ἀντὶ ἡ οἰκία ἡ μετὰ πυρὸς οὖσα καλῶς διοικεῖται. 301 τῇ γῇ. 303 πωλήσει, πραγματεύσεται, ἐμπορεύσεται. καταχθήσεται ὡς ξένος. 304 τοῖσι τοῖς εὐτυχοῦσιν. 310 τὸ ἀποφέρειν με εἰς τὴν πατρίδα. 313 τὴν τὴν βρωτικήν. 316 ἀμοιβαῖα. 317 οἷον, κἀγὼ ἐξ ἴσου ἐλεῶ σε τοῖς ἀφιγμένοις ἐνταῦθα ὥσπερ οἱ ἄλλοι ξένοι, φησί, περὶ ὧν ἔλεγες. 319 κἀγὼ νῦν μάρτυς εἰμὶ τοῖς ὑπὸ σοῦ λεγομένοις περὶ τῶν Ἀτρειδῶν καὶ τοῦ Ὀδυσσέως. 320 εἴσ᾿ εἰσὶν οἱ σοὶ λόγοι ἀληθεῖς.

---

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), ed. Petrus N. Papageorgius. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5037.tlg004.local001/.
