# Scholia in Sophoclem (scholia vetera) 226-3-280

Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera), 226 to 280. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-sophoclem/scholia-in-sophoclem-scholia-vetera/226-3

226 πάντα τὰ πραχθέντα. 227 κεἰ μὲν φοβεῖται: καὶ εἰ μὲν αὐτὸς εἴη ὁ πράξας καὶ φοβεῖται λέγειν αὐτὸς καθʼ αὑτοῦ τὸν φόβον ὑπεξελὼν λεγέτω· οὐδὲν γὰρ δεινὸν πείσεται εἰ μὴ ὅτι τῆσδε τῆς γῆς ἀπαλλάξεται· εἰ δὲ ξένον τις οἶδεν τὸν φονέα μηνυσάτω καὶ εὐθὺς μὲν παρέξω κέρδος καὶ εἰς ἀεὶ χάριν ἕξω· πανταχόθεν οὖν προτρέπεται τοὺς μηνύοντας. 236 τὸν ἄνδῤ ἀπαυδῶ: πολὺν ἔλεον ἐργάζεται ὁ λόγος ὅτι κατηγορεῖ ἑαυτοῦ ἀγνοῶν· πρότερον δὲ τὰ φιλάνθρωπα εἰρηκὼς τελευταῖα ἐπήνεγκε τὰ σκληρότερα· ἃ ᾿κ τῶνδε δὲ οἷον ἀπʼ αὐτῶν ἀναγκασθεὶς τῶν πραγμάτων. 244 τῷ ταῦτα μαντευσαμένῳ Ἀπόλλωνι. 246 κατεύχομαι δὲ τὸν καταρῶμαι δὲ τὸν φονέα. 248 ἤτοι κακόμοιρον ἢ μηδενὸς τῶν νενομισμένων μετειληφότα ἀλλʼ ἄταφον ἐκβληθῆναι. 251 ἀγνοῶν ἐπαρᾶται ἑαυτῷ εἰ σύνοιδε τὸν φονέα διὸ καὶ περιπαθέστερος γίνεται ὁ λόγος. 253 τοῦ τοῦ Ἀπόλλωνος. 255 οὐδʼ εἰ γὰρ ἦν τὸ πρᾶγμα: καὶ γὰρ εἰ μὴ ἦν ὅλως τὸ ἄγος ὑπὸ θεῶν ἐλαυνόμενον καὶ οἱονεὶ πολυπραγμονούμενον ὑμᾶς ἔδει κινουμένους οἴκοθεν καὶ μὴ ἀναμείναντας τὴν ἐκ θεῶν πρᾶξιν ἀναζητεῖν. μὴ οἷον χωρὶς τῆς βοηθείας. 261 κοινά: ἀδελφὰ τοῖς ἐξ ἡμῶν οἷον καὶ ἡμῖν ἂν ἐγένετο εἰ ἦν τέκνα τῷ Λαΐῳ γενόμενα. 262 ὥστε μὴ παιδοποιήσασθαι. 264 αἱ τοιαῦται ἔννοιαι οὐκ ἔχονται μὲν τοῦ σεμνοῦ κινητικαὶ δέ εἰσι τοῦ θεάτρου· αἷς καὶ πλεονάζει Εὐριπίδης, ὁ δὲ Σοφοκλῆς πρὸς βραχὺ μόνον αὐτῶν ἅπτεται πρὸς τὸ κινῆσαι τὸ θέατρον. 269 τοῖς μὴ τοῖς μὴ δεικνύουσί μοι τὸν φονέα. 270 ἄροτον: τουτέστι καρπόν. 276 οὕτως ἐρῶ καὶ αὐτὸς ἐπομνύμενος καὶ τὰς αὐτὰς ἀρὰς ἐπαρώμενος μήτε δρᾶσαι τὸν φόνον μήτε τοὺς δράσαντας ἐπίστασθαι. 278 τὸ δὲ ζήτημα τοῦ πέμψαντος ἦν: ἀπορῶν ὁ χορὸς ἐπὶ τὸ θεῖον πάλιν ἀνατρέχει. 280 δίκαιʼ ἔλεξας: τοῦτό φησιν ἵνα μὴ πάλιν πέμψωσιν εἰς θεοῦ καὶ γένηται διατριβὴ ἐν τῷ δράματι ὅπερ ὑπόψυχρον.

---

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), ed. Petrus N. Papageorgius. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5037.tlg004.local001/.
