# Scholia in Sophoclem (scholia vetera) 226-243

Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera), 226 to 243. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-sophoclem/scholia-in-sophoclem-scholia-vetera/226

226 τὰν ὁ μέγας μῦθος ἀέξει: ἣν ἀγγελίαν πᾶς λόγος αὔξει· πρῴην μὲν γὰρ μόνοι οἱ Ἕλληνες ἔλεγον ταῦτα περ Αἴαντος, ἡμεῖς δὲ ἠπιστοῦμεν, νῦν δὲ καὶ ἡμεῖς ἔγνωμεν. 227 ὤμοι φοβοῦμαι: τὸ ἐκ τούτου, φησίν, ἀποβησόμενον· εἰκὸς γὰρ τὸν οὕτως ἐξεστηκότα μηδὲ ἑαυτοῦ ἀνασχέσθαι· οὐ γάρ, φησί, φοβοῦμαι μὴ τιμωρηθῇ ὑπὸ τῶν βασιλέων. 228 φανερός ἐστιν ὅτι ταῦτα ἑαυτὸν διαθήσει. 229 ὑπὸ τῶν Ἑλληνῶν, οὐ θεόθεν. τῇ μανικῇ· παραπλὴξ γὰρ ὁ μανικός. 232 τοὺς μεγάλως φυλάττοντας, τοὺς ποιμένας· οὗτοι γὰρ ἐνόμιζον καὶ ποιμένας αὐτὸν ἀνῃρηκέναι. 233 ὤμοι, κεῖθεν κεῖθεν ἄρʼ ἡμῖν: ὡς οἰκουροῦσα τὰ ἔξω ἡ Τέκμησσα ἠγνόει· δεῖ οὖν τὸν μὲν χορὸν τὰ ἔνδον ἀπʼ αὐτῆς γνῶναι τὴν δὲ ἀπὸ τοῦ χοροῦ τὰ ἔξω. 235 τὴν τὴν ποίμνην. 236 κατὰ τῶν πλευρῶν τύπτων. 237 δύο δʼ ἀργίποδας: ἴσως τὸν μὲν ἕνα ἐνόμιζεν Ὀδυσσέα τὸν δὲ ἄλλον Νέστορα ἢ Μενέλαον. λευκόποδας. 238 τοῦ μὲν κεφαλὴν καὶ γλῶσσαν: ἴσως τοῦτον ἐνόμιζε Νέστορα ὡς ψευδομαρτυρήσαντα κατʼ αὐτοῦ. 241 μέγαν ἱπποδέτην ῥυτῆρα λαβὼν παίει: διπλώσας τὸν χαλινὸν παίει τὸν κριὸν ὡς λιγυρᾷ καὶ ὁξυτὸν φώνῳ μάστιγι· ἱπποδέτην δὲ ῥυτῆρα χαλινὸν μέγαν, μέγαν δὲ πρὸς τὸ πικρότερον καθάψασθαι τοῦ ἐχθροῦ. 243 κακὰ δεννάζων: ἀντὶ βλασφημῶν· περιστέλλει δὲ καλῶς τὸν λόγον φάσκουσα τὰ ῥήματα μὴ εἶναι τοῦ Αἴαντος ἀλλὰ θεῶν τινος ὑποβολῇ· δαίμονα δέ φησι τὴν μανίαν.

---

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), ed. Petrus N. Papageorgius. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5037.tlg004.local001/.
