# Scholia in Sophoclem (scholia vetera) 250-264

Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera), 250 to 264. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-sophoclem/scholia-in-sophoclem-scholia-vetera/250

250 μετιέναι, φεύγειν· ἕκαστον ἡμῶν, φησί, δεῖ μεθεῖναι τουτέστι ῥῖψαι ἑαυτὸν ἐν νηὶ καὶ φυγεῖν. 251 ἀντὶ μεγάλας. ἐρέσσουσιν; ἀντὶ εὐτόνως κινοῦσιν. ἀπὸ τῶν ἐρεσσόντων ἀντὶ ἐλαύνουσι, κινοῦσιν. 252 οἱ δισσοί. 253 πεφόβημαι κ. εὐλαβοῦμαι τὸ λευσθῆναι καὶ ἄλλως μετʼ αὐτοῦ ὃν δὴ μοῖρά τις κακὴ κατέχει, λέγει δὲ τὴν μανίαν· λιθόλευστον δὲ Ἀρη τὸν θάνατον· καὶ Ὅμηρος γίγνετʼ Ἄρης ἀλεγεινὸς ὀιζυροῖσι βροτοῖσιν. 254 ἀντὶ τοῦ συμπαθεῖν. 256 αἶσʼ ἀντὶ τοῦ μεγάλη μανία. 257 οὐκέτι αὐτὸν κατέχει ἡ μανία ἀλλὰ λήγει ὡς ὀξὺς νότος ταχέως λήγει ὡς γινομένων τινῶν σημείων ἐπὶ τοῖς πνεύμασιν ὥστε παρατείνειν αὐτὰ ἢ ταχέως πεπαῦσθαι οἷόν ἐστι καὶ ἐν τῇ κωμῳδίᾳ ἀλλʼ ἔπεσε ταχέως· δειλινὸς γὰρ ἥρξατο· φησὶν οὖν ἡ Τέκμησσα πεπαῦσθαι αὐτὸν τῆς μανίας ἵνα προκόπτῃ τὰ τῆς ὑποθέσεως. 259 καὶ νῦν φρόνιμος. ἔμφρων γενόμενος ἥρξατο συμπαρακολουθεῖν τῇ συμφορᾷ καὶ ἀλγεῖν. 261 μηδενὸς ἄλλου παραπράξαντος: οἷον μηδενὸς συμπράξαντος καὶ μετασχόντος τῶν ἁμαρτημάτων· ἡ γὰρ κοινωνία τῶν ἁμαρτημάτων φέρει τινὰ παραμυθίαν· περισσὴ δὲ ἡ παρὰ πρόθεσις. 264 λείπει τὸ ὄντος. μείων ἀντὶ οὐδεὶς λόγος.

---

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), ed. Petrus N. Papageorgius. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5037.tlg004.local001/.
