# Scholia in Sophoclem (scholia vetera) 264

Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera), ΕΙΣ ΑΝΤΙΓΟΝΗΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-sophoclem/scholia-in-sophoclem-scholia-vetera/264

264 ἦμεν δʼ ἕτοιμοι καὶ μύδρους: σίδηρον πεπυρακτωμένον· εἰώθασι γὰρ οἱ ὀμνύοντες ταῦτα ποιεῖν· μύδρους γὰρ αἴροντες ἐπαρῶνται μένειν τὰ ὅρκια ἕως αὐτοὶ φανῶσι καὶ ῥίπτουσιν αὐτοὺς εἰς θάλασσαν ὅπως οὖν αἰώνια τὰ ὅρκια ὑπάρχῃ ὡς καὶ Καλλίμαχος Φωκαέων μέχρις κε μένῃ μέγας εἰν ἅλι μύδρος· καὶ τὸ πῦρ δὲ διαπορευόμενοι ὤμνυον. ἄλλως: ἕτοιμοι ἦμεν πάσας βασάνους ὑπομένειν πρὸς ἔλεγχον· εἰώθασι δὲ οἱ ὀμνύοντες καὶ πίστεις διδόντες μύδρους βαστάζειν καὶ πῦρ ὑπερβαίνειν· τοὺς γὰρ μὴ ἐνόχους τῷ ἁμαρτήματι ᾤοντο καὶ ἐν τούτοις μὴ ἀλγεῖν. μύδρος. πεπυρακτωμένος σίδηρος· τοῦτο μέχρι τῆς σήμερον οἱ Ῥωμαῖοι ποιοῦσιν Ἑλληνικῶς πλανώμενοι καὶ ἐν ἄλλοις πλείστοις. αἴρειν.

---

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), ed. Petrus N. Papageorgius. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5037.tlg004.local001/.
