# Scholia in Sophoclem (scholia vetera) 266-2-324

Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera), 266 to 324. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-sophoclem/scholia-in-sophoclem-scholia-vetera/266-2

266 τινί. 268 τὸ ἑξῆς, ὅτε δὲ ἐρευνῶσιν ἡμῖν οὐδὲν πλέον τέλος ἐφαίνετο. 275 πάλος καθαιρεῖ; ἀντὶ καταλαμβάνει ὥστε ἀπαγγεῖλαί σοι· ἐπειδὴ εἰς τὰ ἀγαθὰ κλήρους βάλλουσιν ἐν ἤθει τοῦτό φησι· καὶ εὔκληροι γάρ τινες λέγονται. 279 ἡ ξύννοια ἡ σύννοιά μοι βούλεται καὶ οἴεται μὴ καὶ θεήλατόν ἐστι τὸ πρᾶγμα. 280 πληρῶσαι. 281 ἐναντίον γὰρ ἡ ἄνοια τῷ γήρᾳ. 285 τοὺς ἀμφοτέρωθεν ὑπὸ κιόνων βασταζομένους ναούς. 290 ὕβριζον. ἠρέμα ψιθυρίζοντες ὕβριζόν με. 291 κρυφῇ κάρα: οἷον μὴ πειθόμενοι τοῖς ἐμοῖς κηρύγμασι μόνον συνῄνουν μοι, οὐχ οὕτως διακείμενοι. 292 λόφον δικαίως εἶχον ἡ μεταφορὰ ἀπὸ τῶν ὑποζυγίων τῶν μὴ βουλομένων ὑπὸ τὸν ζυγὸν εἶναι· ταῦτα, φησίν, ὑπʼ ἐκείνων πράττεται τῶν βουλομλένων λάθρᾳ σαλεῦσαι τὴν ἡμετέραν ἀρχήν. 293 ἐκ τῶνδε τούτους ἐξεπίσταμαι: ἀπὸ τούτων, φησί, τῶν δυσαρεστούντων μου τοῖς κηρύγμασιν οἱ φύλακες μισθὸν λαβόντες ἔθαψαν τὸν νεκρόν. 294 ἠπατημένους. 295 γνώμη. σημείωσαι περὶ φιλαργυρίας. 302 μισθὸν λαβόντες. 303 ἀντὶ ἐτιμωρήθησαν. ἀντὶ τοῦ φανεροὶ ἔσονται καὶ τιμωρηθήσονται. 304 ὅ ἐστιν εἰ τιμῶ καὶ σέβω τὸν Δία καὶ μὴ ἐπιορκῶ αὐτόν. 308 οὐχ ὑμῖν Ἅιδης μοῦνος ἀρκέσει: οὐκ εὐθὺς ὑμᾶς τῷ Ἅιδῃ παραδώσω ἀλλὰ τιμωρίαις κρεμασταῖς παραδοὺς βαρύτερον τὸ ζῆν τοῦ θανεῖν ὑμῖν ἀπεργάσομαι· παρὰ τὸ Ὁμηρικὸν οὔ οἱ ἔπειτα ἄρκιον ἐσσεῖται φυγέειν κύνας ἠδʼ οἰωνούς. 309 τήνδε δηλώσηθʹ ὕβριν: ὁμολογήσητε ταύτην τὴν καταφρόνησιν. 310 ἵνʼ εἰδότες τὸ κέρδος; ἵνα μαθόντες ὅθεν δεῖ κερδαίνειν τὸ λοιπὸν ἐκεῖνα ἁρπάζητε. 315 ἐπιτρέψεις καὶ ἐμοὶ εἰπεῖν ἢ ἀπέλθω; 316 εἶσθα, ἄπιθι· καὶ νῦν γὰρ λέγων Fol. 53 b ἀνιαρός μοι εἶ. 317 δάκνει σε τὸ πραχθέν. 318 σχηματίζεις, διατυποῖς. 319 ὁ δρῶν σ᾿ ἀνιᾷ: συνετῶς ὑπὲρ τῶν ἀγγελθέντων ἀπελογήσατο ὡς οὐκ ὢν αἴτιος. 320 λάλημα δῆλον: λάλημα τὸ περίτριμμα τῆς ἀγορᾶς οἷον πανοῦργος. 321 ἀντὶ τοῦ οὐδέποτε ἐφλυάρησα. 323 ἦ δεινὸν δοκεῖ γε: δεινὸν τοῦτό ἐστιν, τὸ ψευδῆ ὑπονοεῖν· οὐκ ἔστι γὰρ τὴν δόξαν ἐκείνων μεταστρέψαι. 324 κόμψευε νῦν τὴν δόξαν: σεμνολόγει τὴν δόκησιν, περιλάλει· κομψοὺς γὰρ ἔλεγον οὓς νῦν ἡμεῖς περπέρους καὶ πολυλάλους φαμέν. τὸ ἑξῆς, εἰ δὲ μὴ φανεῖτέ μοι τοὺς ταῦτα δρῶντας.

---

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), ed. Petrus N. Papageorgius. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5037.tlg004.local001/.
