# Scholia in Sophoclem (scholia vetera) 27-49

Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera), 27 to 49. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-sophoclem/scholia-in-sophoclem-scholia-vetera/27

27 ἐπιστάταις: τοῖς ποιμέσι· καλῶς δὲ τοῦτο ἴνα μὴ παραγένοιτό τις ἀπαγγέλλων τὸ σαφές· πόθεν οὖν αὕτη ἡ ὑπόνοια; ὅτι εἶδέν τις αὐτὸν ἐν τῷ πεδίῳ πηδῶντα μετὰ τοῦ ξίφους νεορράντου ἀπὸ τοῦ αἵματος. τοῖς κυσίν· οὐκ εἴασε γὰρ ἡ Ἀθηνᾶ ἄνθρωπον ἀνελεῖν. 32 καὶ τὰ μὲν σημαίνομαι: οἷον σημεῖα ἐμαυτῷ τινα συντίθημι ἀπὸ τοῦ ἴχνους τὰ δὲ ἀπορῶ· τοιοῦτον γὰρ συμβαίνει περὶ τοὺς ἰχνευτὰς ἐπιταραττομένων τῶν ἰχνῶν, διὰ δὲ τὴν μανίαν δυσίχνευτος καὶ ἐπιτεταραγμένη ἡ βάσις γέγονε τοῦ Αἴαντος. σηματίζομαι, διὰ σημείων γινώσκω. καλῶς Ὀδυσσεὺς ἀναμένει τὸ ἀκριβὲς γνῶναι ἴνα μὴ δοκοίη κατʼ ἐχθροῦ προπετές τι πράσσειν. 33 οὐκ ἔχω ὅπως μάθω ἢ ποῦ ἐστιν. 34 καιρὸν δʼ ἐπὶ καιρῷ ἥκεις· εὐφυῶς δὲ ἄρχεται τῆς ὑποθέσεως ὁ ποιητὴς ὥστε τρανῶσαι τὸ πᾶν διὰ τῆς Ἀθηνᾶς· θεραπεύει δὲ δυσσεὺς τὴν Ἀθηνᾶν ἴνα καὶ ἐν τοῖς ἑξῆς ἕξῃ αὐτὴν εὐμενῆ. 36 ταῦτα πρὸς τὰ ἐξ ἀρχῆς ἵνα μὴ δόξῃ ἀγνοεῖν ἡ θεὰ τὸ πρᾶγμα. 38 ἐν τοῖς ἀμοιβαίοις κατὰ βραχὺ δηλοῦται ἡ ὑπόθεσις, πυνθάνεται δὲ πρῶτον εἰ ἄρα πρὸς καιρὸν κονῶ· εἰ γὰρ αὐτός ἐστιν ὁ τὸν φόνον δράσας πρὸς καιρὸν ἂν εἴη πονῶν ὁ Ὀδυσσεύς. 39 τὸ ὡς ἀντὶ τοῦ ἀληθῶς. 40 καὶ πρὸς τί δυσλόγιστον: ἐπύθετο πρῶτον εἰ αὐτός ἐστιν ὁ δράσας εἶτα καὶ τὴν αἰτίαν πυνθάνεται· τὸ δὲ δυσλόγιστον ὅμοιον τῷ πρᾶγος ἄσκοπον· ἀγνοεῖ γὰρ ἔτι τὴν μανίαν. 41 χόλῳ βαρυνθείς: ὁ μὲν Ὀδυσσεὺς πυνθάνεται πρὸς τί αὐτῷ χρήσιμον ἡ δὲ τὴν αἰτίαν ἐπήγαγεν ὑφʼ ἦς κινηθεὶς εἰς χόλον ἤχθη· τοῦτο γάρ ἐστι τὸ λεῖπον τῆς ὑποθέσεως, ἡμεῖς δὲ ὡς προεπιστάμενοι τὰ πράγματα ἀμβλύτερον κατανοοῦμεν. ἤδή τὴν μανίαν αὐτοῦ σημαίνει ἔνθεν αὐτῷ ἡ πλάνη γεγένηται. 44 ἦ καὶ τὸ βούλημ᾿ ὡς ἐπʼ Ἀργείοις: ἐρωτᾷ πῶς μόνος ὤν πρὸς πλῆθος ἐδύνατο μάχεσθαι. 45 κἂν ἐξεπράξατο. μὴ λέγε βούλευμα, φησίν· οὐ γὰρ ἦν βούλευμα ἀλλὰ πρᾶγμα εἰ κατημέλησα ἐγώ. 48 ἐπλησίασεν ἡμῖν. κἀπὶ τῆς ὁδοῦ. 49 ταῖς τῶν σκηνῶν πύλαις.

---

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), ed. Petrus N. Papageorgius. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5037.tlg004.local001/.
