# Scholia in Sophoclem (scholia vetera) 284-324

Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera), 284 to 324. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-sophoclem/scholia-in-sophoclem-scholia-vetera/284

284 ἄνακτʼ ἄνακτι: ἀποκλειομένου τοῦ πέμψειν εἰς θεὸν καταφεύγουσιν εἰς τὴν ὁμοίαν μαντικήν, τῷ αὐτῷ δὲ ὀνόματι προσαγορεύει τὸν Τειρεσίαν ᾧ καὶ τὸν θεὸν καὶ τὰ αὐτὰ ὁρᾶν ἐκείνῳ φησίν. 287 ἀλλʼ οὐκ ἐν ἀργοῖς: κἀνταῦθα τὸ κηδεμονικὸν τοῦ ἤθους διετήρησεν· τὸ μὲν οὖν διπλοῦς πομποὺς τῆς σπουδῆς ἐστι τεκμήριον τὸ δὲ Κρέοντος εἰπόντος πιθανὸν εἰς τὰ ἑξῆς ἵνα ἡ ὑπόνοια αὐτοῦ πίστιν ἔχοι, τὸ πεπεισμένον ὑπὸ τοῦ Κρέοντος τὸν Τειρεσίαν μαντεύεσθαι κατὰ τοῦ Οἰδίποδος τὰ ψευδῆ. 290 ψυχρὰ καὶ οὐδὲν σαφὲς ἔχοντα, τὰ ψιθυριζόμενα. 296 ὁ μὴ τὸ ἔργον δεδοικὼς οὐδὲ τὸν λόγον. 297 καὶ ταῦτα εἰς σύστασιν τῶν προσώπων ἵνα μηδὲν ὕστερον δυνηθείη ἀρνήσασθαι. 300 ὦ πάντα νωμῶν: ἀντὶ τοῦ κρίνων ἕκαστα καὶ ἐξετάζων· ἐπαινεῖ δὲ τὸν μάντιν πάντων αὐτῷ περιτιθεὶς ἐμπειρίαν θείων τε καὶ ἀνθρωπίνων τοὺς ἐκείνου λόγους οὐκ ἀναμένων ὅπερ δηλωτικόν ἐστι τῆς σπουδῆς. 301 τὰ ἐν τῇ γῇ, τὰ ἐπίγεια. 312 ὅρα τὸ τοῦ κηδεμόνος ὅτι τελευταῖον ἑαυτὸν ἔταξεν ὅπως ἀφέλοιτο τὸ φορτικὸν τῆς ἐξουσίας. 314 ἄνδρα δʼ ὠφελεῖν ἀφʼ ὧν: παιδευτικὸς ὁ λόγος, ἔδει ἅπαντας ἀφʼ ὧν δύναιντο ὠφελεῖν τοὺς πέλας. 316 ἐς δεινόν, φησί, τὸ φρονεῖν ὅταν τὸ φρονούμενον τῷ φρονοῦντι μὴ λυσιτελῇ· σχετλιάζει δὲ μὴ βουλόμενος εἰς φῶς ἄγειν τὰ τοῦ Οἰδίποδος· διαλελυμένως δὲ εἶπεν τέλη λύῃ ἀντὶ λυσιτελεῖν. 317 τὰ συμβησόμενά μοι, ὅτι ἀναγκασθήσομαι λέγειν ἃ μὴ βούλομαι, τὸ ἐξελέγχειν Οἰδίποδα· ταῦτα εἰδὼς διώλεσα αὐτά· οὐ γὰρ ἂν δεῦρο ἠρχόμην. 319 λελυπημένος. 321 ἐάν με ἀπελθεῖν ἐάσῃς. 323 ἀποστερῶν μὴ λέγων τὸν χρησμόν. 324 ὁρῶ γὰρ οὐδὲ σοὶ τὸ σὸν φώνημα: οὐ γὰρ σύμφορός σοι οὐδὲ κατὰ καιρὸν ἡ ζήτησις γίνεται· ἵνα οὖν μὴ ἐκ τούτου μέμψις ἀκολουθήσῃ σιωπῶ. τὸ μὲν κατὰ λόγον ἐλλιπές ἐστι τὸ δὲ κατὰ διάνοιαν πλῆρες, ὃ δὲ βούλεται λέγειν, ὁρῶ τὸ σὸν φώνημα μὴ πρὸς καιρὸν ἐξιόν· κἀγὼ οὖν φωνὴν μὴ πρὸς καιρὸν ἀφιέναι φυλάσσομαι. ἐρχόμενον.

---

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), ed. Petrus N. Papageorgius. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5037.tlg004.local001/.
