# Scholia in Sophoclem (scholia vetera) 326-2-351

Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera), 326 to 351. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-sophoclem/scholia-in-sophoclem-scholia-vetera/326-2

326 τὰ δεινὰ κέρδη: γράφε τὰ δειλὰ ἀντὶ τοῦ κακὰ ἀπὸ τοῦ τοὺς δειλοὺς εἶναι ἀχρείους. 328 τοῦτο γὰρ τύχη κρινεῖ: ἀπιὼν ὁ θεράπων καθʼ ἑαυτὸν ταῦτά φησιν· οὐ γὰρ δυνατὸν ἐπὶ τοῦ Κρέοντος ταῦτα λέγεσθαι ἐς καὶ ἐν τοῖς κωμικοῖς. 332 πολλὰ τὰ δεινά: ἐν σχήματι εἶπεν ἀντὶ τοῦ πολλῶν ὄντων τῶν δεινῶν οὐδέν ἐστιν ἀνθρώπου δεινότερον. 334 τὸ γένος τῶν ἀνθρώπων. 336 χωρεῖ, περιβρυχίοισι. τοῖς ἠχώδεσιν ἢ τοῖς καλύπτουσι τὴν ναῦν· τοῖς γὰρ ἐν τοιαύτῃ ὥρᾳ τοῦ ἔτους πλέουσι μόνον οὐχὶ ὑπὸ τὰ κύματα φέρεται ἡ ναῦς· ἢ τοῖς κυματίζουσι τὴν ναῦν· τὸ μὲν γὰρ καθόλου κεκρυμμένον ὑπὸ ὕδατος ὑποβρύχιόν ἐστιν· Ὅμηρος τὸν δʼ ἄῤ ὑπόβρυχα θῆκε πολύν χρόνον· τὸ δὲ ἕτερον περιβρύχιον καλεῖται. ἠχώδεσιν. 338 θεῶν τε τὰν ὑπερτάταν: τοῦτο ὡς ἐν πανουργίᾳ οὐ δεῖ ἀκούειν ἀλλὰ διὰ τὴν ἐπίνοιαν αὐτῶν· εἰ γάρ τις καταμάθοι πῶς ἐπενοήσαντο ἀροτριᾶν ἢ σπείρειν θαυμάσειεν. 339 ἀποτρύεται: γεωπονεῖ ἢ ἀποσχίζει τὴν γῆν καθότι ἐν τῷ ἀροτριᾶν σχίζει καὶ δαμάζει τὴν γῆν. ἀποτρύετʼ | γράφε ἀποτρύεται ἰλλομένων καὶ περικυκλούντων τῶν ἀρότρων ἔτος ἐξ ἔτους. 341 ἱππείῳ γένει πολεύων: ταῖς ἡμιόνοις· αἱ γάρ τε βοῶν προφερέστεραί εἰσιν ἑλκέμεναι νειοῖο βαθείης πηκτὸν ἄροτρον· τινὲς δὲ καὶ ἵπποις χρῶνται εἰς ἀροτριασμόν. 343 ἀμφιβαλὼν περιβαλὼν τοῖς δικτύοις ἀγρεύει. 346 πόντου τʼ εἰναλίαν τοὺς ἰχθύας. 347 σπείραισι τοῖς σχοινίοις τοῖς εἰς δίκτυον κεκλωσμένοις ἢ συγκλείουσι τὰ δίκτυα· ἀπὸ κοινοῦ δὲ τὸ ἀμφιβαλὼν ἄγει. 348 πάντα εἰδώς. 349 κρατεῖ δὲ μηχαναῖς. καθολικὸν τοῦτό φησιν, ὅτι ἐν ζῴοις ὁ ἄνθρωπός ἐστι πολυμήχανος καὶ ἔντεχνος· καὶ Θεόκριτος σοφόν τοι χρῆμ᾿ ἄνθρωπος· ἐπεὶ δὲ ἀνωτέρω εἶπεν ὅτι περιγίνεται πάντων τῶν ζῴων ὁ ἄνθρωπος ἐνταῦθα τὸ μηχαναῖς προσέθηκεν ἐπὶ τῶν τιθασευομένων· οὐ γὰρ μόνον κρατῆσαι δυνατὸς ἀλλὰ καὶ τιθασεῦσαι. 351 ἀμφίλοφον ζυγόν: ἀντὶ περιβαλὼν αὐτῷ ζυγὸν περὶ τὸν λόφον ὑπάγει· ἢ ἀμφίλοφον τὸν ἀμφιτράχηλον, τὸν ἀμφοτέρωθεν συνέχοντα τοὺς λόφους τῶν ὑποζυγίων· καὶ λείπει ἡ ὑπό, ὑπὸ ζυγὸν ἄγει. λείπει ἡ ὑπό.

---

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), ed. Petrus N. Papageorgius. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5037.tlg004.local001/.
