# Scholia in Sophoclem (scholia vetera) 337-2

Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera), ΕΙΣ ΟΙΔΙΠΟΔΑ ΕΠΙ ΚΟΛΩΝΩΙ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-sophoclem/scholia-in-sophoclem-scholia-vetera/337-2

337 ὦ πάντ᾿ ἐκείνω: διαβάλλει τοὺς Αἰγυπτίους ὡς παρὰ τὸ πρέπον διαιτωμένους καὶ γυναῖκας καὶ ἄνδρας· Νυμφόωρος δὲ ἐν τῷ ιγ΄ τῶν Βαρβαρικῶν γράφει οὕτως, ἔθεσι δὲ τὰ μὲν ἐναντίοις τὰ δὲ ὁμοίοις χρῶνται τοῖς Ἕλλησι· τὸ γὰρ ἐξίστασθαι τοῖς πρεσβυτέροις τοὺς νεωτέρους ὁμοτρόπως καὶ ἡμῖν διοικοῦσι τῶν δʼ ἄλλων οὐδέν· ἐν μὲν γὰρ τοῖς Ἕλλησιν οἱ μὲν ἄνδρες κατὰ τὴν ἀγορὰν οἰκονομοῦσιν αἱ δὲ γυναῖκες ἔνδον μένουσαι ταλασιουργοῦσιν ἐκεῖ δὲ αἱ μὲν γυναῖκες ἐν ἀγορᾷ περιπατοῦσι καὶ καπηλεύουσιν οἱ δὲ ἄνδρες κατὰ τὴν οἰκίαν ὑφαίνουσιν· ὁ γὰρ Σέσωστρις ἐκθηλῦναι τοὺς ἄνδρας βουλόμενος ἅτε μεγίστης χώρας γεγενημένους καὶ πολλοὺς ὄντας ὅπως μὴ συστραφέντες ἐπʼ ἰσομοιρίαν ὁρμήσωσι τὰ μὲν ἐκείνων ἔργα ταῖς γυναιξὶ τὰ δὲ τῶν γυναικῶν ἐκείνοις προσέταξεν ἵνα μὴ μόνον τῶν ὅπλων στερηθέντες ἀλλὰ καὶ τὴν ψυχὴν ὑπὸ τῶν ἐπιτηδευμάτων ἀνεθέντες ἀσμένως ἐπὶ τοῖς ὑπάρχουσι καταμένωσιν· ὅθεν τοὺς μὲν ψιλοὺς εἶναι τὰς δὲ ἀνιέναι τὰς τρίχας προσέταξεν καὶ τοὺς μὲν ἐπὶ τῶν κεφαλῶν φέρειν τὰ φορτία τὰς δὲ ἐπὶ τῶν ὤμων ἠνάγκασεν, ἔπειτα δὲ τοὺς μὲν καθημένους τὰς δὲ ὀρθῶς ἑστώσας οὐρεῖν καὶ τοὺς μὲν δύο ἱμάτια περιέβαλεν τὰς δὲ ἓν ὑπολαμβάνων ἄμα τοῖς ἐπιτηδεύμασι καὶ τὰς ψυχὰς αὐτῶν ἐκθηλύνειν ὃ καὶ Λύδοῖς ὕστερον συμπεσεῖν φαδιν.

---

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), ed. Petrus N. Papageorgius. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5037.tlg004.local001/.
