# Scholia in Sophoclem (scholia vetera) 450-508

Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera), 450 to 508. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-sophoclem/scholia-in-sophoclem-scholia-vetera/450

450 ἡ Δίκη, φησί, καὶ ὁ Ζεὺς ὥρισαν ὥστε θάπτεσθαι τοὺς νεκρούς· εἰ οὖν ἦσαν αὐτοὶ τοῦτο ἀποκηρύξαντες καὶ κελεύσαντες μὴ θάπτεσθαι τὸν νεκρὸν ἐπείσθην ἂν αὐτοῖς· θέλει δὲ εἰπεῖν ὅτι ἀπὸ τῆς φύσεως δίκαιον ἥγημαι θάπτειν τὸν ἀδελφόν. 454 ὥστ᾿ τινές φασι τὰ γραπτά· οὐ γὰρ ἄγραφοι τῶν θεῶν οἱ νόμοι. 456 οὐ γάρ τι σήμερον, φησί, ταῦτα ἐγένετο ἀλλʼ ἔστιν ἀΐδια καὶ ἀρχὴν αὐτῶν οὐδεὶς οἶδεν. 458 τούτων ἀντὶ ὑπὲρ τούτων ἐγώ. 461 τὸν θάνατον. τοῦ τοῦ εἱμαρμένου δηλονότι. 466 παῤ οὐδὲν οὐδεμία λύπη. 467 ἠνεσχόμην, ὑπερεῖδον. 469 σοὶ δʼ εἰ δοκῶ νῦν μῶρα: εἰ δοκῶ παρὰ σοὶ εὐήθη πράττειν οὐκ ἔστι περὶ ἐμὲ ἡ εὐήθεια ἀλλὰ περὶ σὲ ὥστε δεῖ μὴ τὴν ἰδίαν πλάνην τοῖς πλησίον ἐπιφέρειν. 471 δηλοῖ τὸ γέννημ᾿ ὠμόν: τὸ σκληρὸν αὐτῆς τοῦ φρονήματος ὁμολογεῖ πατέρα τὸν Οἰδίποδα. 475 περιεσκληκότα ἢ κεκαμμένον. 484 ἦ ὄντως δή. 485 εἰ ταῦτʼ ἀνατί: εἰ ταῦτα τὰ τολμήματα καὶ ἡ νίκη αὕτη χωρὶς βλάβης καὶ τιμωρίας 486 ἀλλʼ εἴτʼ ἀδελφῆς εἴθʼ ὁμαιμονεστέρας: εἴτε ἐξ ἀδελφῆς ἐμῆς εἴτε οἰκειοτέρας καὶ συγγενικωτέρας πάντων τῶν οἰκείων (τοῦτο γὰρ δηλοῖ τὸ τοῦ παντὸς ἡμῖν Ζηνὸς ἑρκίου κυρεῖ) ἀθῷος οὐκ ἄπεισιν. 490 τοῦδε βουλεῦσαι λείπει ἡ περί. 492 ἐπήβολον φρενῶν: κυρίαν τῶν φρενῶν καὶ ἑστῶσαν ἐν αὐτῇ. 493 φιλεῖ δʼ ὁ θυμός: εἴωθεν ἡ ψυχὴ τῶν λάθρᾳ τι κακὸν τεχνωμένων προαλίσκεσθαι καὶ ἑαυτὴν ποιεῖν καταφανῆ πρὶν φωραθῆναι. ἄλλως. τῶν λάθρᾳ τι κακὸν βουλομένων δρᾶν ὁ θυμὸς προκλέπτεται καὶ περὶ τὴν κατάστασιν τοῦ σώματος ἔνδηλόν τι γίνεται τὸ κατηγοροῦν τῆς πράξεως αὐτῶν. 495 μισῶ γε μέντοι: μισῶ τὸν ἁμαρτάνοντα καὶ ἐπικοσμοῦντα τὴν ἁμαρτίαν αὐτοῦ· τοῦτο δέ φησιν ὅτι ἀλοῦσα ἡ Ἀντιγόνη ἔφασκε τῷ θείῳ νόμῳ ἐπαρκεῖν. 499 τῶν σῶν διὰ τούτου τὸ κήρυγμα τοῦ Πολυνείκους αἰνίττεται. 503 ἀντὶ ἔσχον. 506 ἀλλʼ ἡ τυραννὶς πολλά: οὐκ ἐν ἐπαίνῳ τοῦτο τῆς τυραννίδος ἀλλʼ ἔχει τι εἰρωνείας ὁ λόγος. 508 σὺ τοῦτο μούνη: σοὶ μόνῃ τοῦτο δοκεῖ δίκαιον εἶναι, ταφῆναι τὸν Πολυνείκη.

---

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), ed. Petrus N. Papageorgius. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5037.tlg004.local001/.
