# Scholia in Sophoclem (scholia vetera) 493-3-589

Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera), 493 to 589. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-sophoclem/scholia-in-sophoclem-scholia-vetera/493-3

493 διʼ ὃν δὴ πρὸ πολλοῦ χρόνου ηὐλαβήθην. πάλαι ἄν. 494 τοῖς ἀντὶ διὰ τῶν ἱκμένων καὶ πεπορευμένων. 498 ἐν ἐν ἐλάττονι. 501 σῷσόν με γινώσκων τὰ ἀνθρώπινα πράγματα μεταβαλλόμενα. 503 τὰ φαῦλα. 504 τὰ δείνʼ φοβεῖσθαι καὶ εὐλαβεῖσθαι. 508 ἀφορήτων, δυσυπομονήτων. 512 τὸ ἐκείνους λυποῦν τούτῳ κέρδος καὶ ὠφέλειαν μεταποιῶν. τὸ κακὸν τὸ ἀπὸ τῶν Ἀτρειδῶν κέρδος μετατιθέμενος τῷ Φιλοκτήτῃ οἷον εἰς ἀγαθὸν μεταποιῶν καὶ μεταβάλλων καὶ ἐπανορθῶν· λέγει γὰρ ὅτι βοηθήσω αὐτῷ ἵνα ἐκείνους λυπήσω ἐπανορθῶν αὐτῷ τὴν συμφορὰν τὴν ὑπὸ τῶν Ἀτρειδῶν γεγονυῖαν. 515 ὅπου. 524 ἀλλʼ αἰσχρόν ἐστιν ἐνδεέστερόν σου εἶναί με ἐν τῷ βοηθεῖν τοῖς φίλοις· ἢ οὕτως, αἰσχρόν ἐστιν εἰ ἐνδεέστερόν σου διατεθήσομαι περὶ τὴν εἰς τοὺς ξένους εὐεργεσίαν· οὐ παραιτήσομαι οὖν. 528 γ(ε). 531 πῶς ἂν ἀποδοίην τὰς εὐεργεσίας ὑμῖν ὡς ἐφιλήσατέ με; ἢ πῶς ἂν τῷ ἔργῳ εὖ πράξαιμι καὶ τῷ λόγῳ ὑμῖν; 533 ἀσπασάμενοι τὴν ἑστίαν. 534 δύσοικον ὥσπερ ἀτυχὴς ὁ δυστυχής. 535 καρτερικός. 536 ἐγὼ γὰρ ὑπολαμβάνω μηδένα ἄλλον τὴν θέαν τῶν ἐνθάδε ἐνεγκεῖν, πόσῳ μᾶλλον τὴν εἰσοίκησιν; 538 γράφε κακά. 542 οὗτος ὁ ἔμπορος διαπέπλασται ὑπὸ Ὀδυσσέως ναύκληρος, πραγματευτὴς εἰωθὼς τοῖς Ἕλλησι τὰ ἐπιτήδεια ἐπάγειν· ἐοικὼς δὲ καὶ ὡς οἴνου αὐτὸν διατυπούμενος πραγματευτήν. 545 ἀντὶ οὐκ ἐπίτηδες ἐλθὼν ἐνταῦθα ἀλλὰ πλέων ἐπὶ τὴν πατρίδα ὥρμισα· οὐκ οἰόμενος, φησί, συντεύξεσθαι, κατὰ τύχην δέ. 549 δῆμος τῆς Ἀττικῆς καὶ μία τῶν Κυκλάδων νήσων. 552 προστυχόντι τῶν ἀντὶ εὑρόντι τοὺς σοὺς ναύτας τοὺς ἐμοὶ ἴσους, τοὺς τὴν αὐτήν μοι τέχνην μετερχομένους. παραλέλειπται ἡ ἐξ· βούλεται γὰρ λέγειν ἐκ τῶν ἴσων. 556 ἀναβολὴν ἔχοντα. 557 ἔσται σοι χάρις τῆς προμηθείας ὕστερον. 561 ἀφανεῖς, κρυπτοί. 562 Θησέως Ἀκάμας καὶ Δημοφῶν ὧν οὐ μέμνηται Ὅμηρος ἐν τῷ καταλόγῳ. 574 μὴ φώνει μὴ βόα. 578 κατὰ σκότον — λάθρᾳ ἀπατᾷ. 582 μὴ διαβάλῃς με, φησί, τῷ τῶν Ἑλλήνων στρατῷ· εὐεργετήθην γὰρ ὑπʼ αὐτῶν πολλά. 583 ὑπ᾿ ἐκείνων εὐεργετούμενος ἀντευεργετῶ αὐτοὺς ὡς δύναται πένης εὐεργετεῖν δῆλον ὅτι ὑπηρετῶν. 589 ὅρα τί ποιεῖς, ταῦτα πλαγίως νοητέον.

---

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), ed. Petrus N. Papageorgius. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5037.tlg004.local001/.
