# Scholia in Sophoclem (scholia vetera) 50-72

Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera), 50 to 72. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-sophoclem/scholia-in-sophoclem-scholia-vetera/50

50 γράφεται καὶ διψῶσαν. προσκορὲς ἦν διηγηματικῷ εἴδει τὸ πᾶν διεξελθεῖν. λέ μαιμᾶν. 51 τὸ ἑξῆς, ἐγώ σφʼ ἀπείργω τῆς ἀνηκέστου χαρᾶς. 52 τῆς ἀνηκέστου χαρᾶς. χαράν φησι τὴν ἐπὶ τῷ δοκεῖν τοὺς Ἔλληνας ἀνῃρῆσθαι· ταύτης οὖν αὐτὸν τῆς χαρᾶς ἀπεῖρξα δυσφόρους γνώμας ἐμβαλοῦσα τοῖς ὄμμασι· καλῶς δὲ εἶπεν γνώμας· οὐ γὰρ κλέψαι φησὶ τὴν ὄψιν ὥστε μὴ ὁρᾶν ἀλλʼ ἐπʼ αὐτῇ γνώμην δύσψορον ἐπιβαλεῖν ὡς οἴεσθαι ἰδεῖν τὰ μὴ ὄντα, τοῦτο δὲ οὐ τῶν ὀφθαλμῶν ἁμάρτημα ἀλλὰ πολὺ πρότερον τῆς διανοίας. 54 ἀμέριστα, ἀδιαίρετα· πιθανὸν δὲ καὶ πρὸς τὸ πλῆθος· ἐλάσσονα γὰρ εἶναι εἰκός. 56 κύκλῳ ῥαχίζων: κατὰ πάντα τόπον τῆς ἐπαύλεως σφάζων καὶ διακόπτων διὰ τὸ τὴν πρώτην καὶ μεγαλῆν διακοπὴν κατὰ τὴν ῥάχιν γίνεσθαι· ἐκ μεταψορᾶς καὶ τοὺς μεγάλα κακουργοῦντας ῥαχιστάς φαμεν. 57 δισσοὺς Ἀτρείδας: πιθανῶς τούτων τὰ ὀνόματα εἶπεν· κατʼ αὐτῶν γὰρ πλείων ἡ ἀγανάκτησις ὡς τῆς ἀδικίας προκαταρξαμένων· τὸ δὲ τοῦ Ὀδυσσέως ἐταμιεύσατο τῷ Αἴαντι ἵνα καὶ μεῖζον εἴη τὸ πάθος αὐτοῦ φανερῶς παραπαίοντος κἀπειδὴ γελοῖον κροελθόντα τὸν Αἴαντα λέγειν καὶ παρενοχλεῖν τοῖς θεαταῖς εἰ προειρήκει πάντα ἡ Ἀθηνᾶ. γράφε παρών. 58 γράφε ἐμπεσών. 59 ἐγὼ δὲ φοιτῶντα. ἤτοι μαινόμενον φοῖτος γὰρ ἡ μανία) ἢ περιερχόμενον ἐν τοῖς ποιμνίοις διὰ τὴν μανίαν (λέγει γὰρ μανιάσι νόσοις) ἢ ἀναστρεφόμενον ἐν τῇ μανίᾳ. μεθʹ ὁρμῆς μεμηνότα. 60 εἰς ἕρκη γράφε εἰς ἐρινῦν κακήν. 61 ἐπαύσατο· ἀπὸ τῶν ὑποζυγίων ὅθεν καὶ τὸ εὐλόφως φέρειν. 62 τοὺς ζῶντας: τοὺς ζῶντας τῶν βοῶν δήσας ὡς αἰχμαλώτους ἄνδρας ἄγει καὶ τὰ λοιπὰ ποίμνια· πιθανὸν δὲ καὶ τοῦτο προειρῆσθαι ἴνα ὅταν εἴπῃ ἡ Τέκμησσα περὶ τοῦ κριοῦ προεπιστάμεθα τοῦτο. 66 δείξω δὲ καὶ σοί: πιθανὴ ἡ παρείσοδος τοῦ Αἴαντος· οὕτω γὰρ μεῖζον γίνεται τὸ πάθος τῆς τραγῳδίας τῶν θεατῶν νῦν μὲν παραφρονοῦντα ὀλίγῳ δʼ ὕστερον ἔμφρονα θεωμένων καὶ ἵνα ἰδὼν ὁ Ὀδυσσεὺς ἐξείπῃ τοἵς ἄλλοις Ἐλλησιν, οὕτω δὲ καὶ ἡ εὔνοια τῆς Ἀθηνᾶς ἐνδείκνυται εἰς τὸν Ὀδύσέα. 72 ἀπευθύνοντα. τιμωρίαν ἀπαιτοῦντα. προσμολεῖν; τουτέστιν ἐξελθεῖν.

---

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), ed. Petrus N. Papageorgius. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5037.tlg004.local001/.
