# Scholia in Sophoclem (scholia vetera) 604-2-611

Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera), 604 to 611. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-sophoclem/scholia-in-sophoclem-scholia-vetera/604-2

604 τοῦτό φησιν, ὅτι προαιρέσει τοῦ Διὸς πάντα γίνεται. 605 κατάσχοι: εὐκτικῶς ὡς ποιήσαι τρίτου προσώπου· ὑπερηφανίᾳ κρατῆσαι δύναται. 606 ὁ παντογήρως: ὁ ἀσθενείας παραίτιος· τὸ γὰρ γῆρας ἀσθενές ἐστιν, ἀσθενοῦμεν δὲ τῇ γλυκείᾳ προσβολῇ τοῦ ὕπνου κατεχόμενοι· ἢ παντογήρως ὁ αἰώνιος καὶ ἄχρι γήρως τοῖς ἀνθρώποις καὶ πᾶσι τοῖς ζῴοις παραμένων. αἰώνιος. 607 οὔτʼ | ἀκάματοι θεῶν μῆνες: ἀντὶ ἡ τοῦ χρόνου περίοδος. 608 ἀγήρῳ δὲ χρόνῳ δυνάστας: ἀντὶ τοῦ δυναστεύων καὶ ἄρχων τοῦ ἀγηράου χρόνου κατέχεις τὸν Ὄλυμπον· ἀγήρων δὲ τὸν τῶν θεῶν χρόνον φησὶν ἐπεὶ μήτε ὑπὸ δυστυχιῶν μήτε ὑπὸ ὕπνου ἐλαττοῦται. 611 τό τʼ ἔπειτα: τὸ ἐσόμενον καὶ μετʼ ἐκεῖνο μέλλον καὶ πάλιν ἐσόμενον· τινὲς δὲ τὸ ἔπειτα ἰδίως ἐπὶ ἐνεστῶτος λελέχθαι φασὶν ἀντὶ τοῦ νῦν. ὅ ἐστιν ἀεὶ δυνάμενον βοηθεῖν.

---

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), ed. Petrus N. Papageorgius. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5037.tlg004.local001/.
