# Scholia in Sophoclem (scholia vetera) 617-634

Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera), 617 to 634. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-sophoclem/scholia-in-sophoclem-scholia-vetera/617

617 γράφε γεγένηται. 618 τὰ δὲ πρότερα μέγιστα τῆς ἀρετῆς τῶν χειρῶν αὐτοῦ ἔργα ἐν ὀλιγωρίᾳ εἰσὶ παρὰ τοῖς Ἀτρείδαις· ἢ οὕτω, τὰ δὲ πρότερα αὐτοῦ ἀνδραγαθήματα φροῦδα παρὰ τοῖς Ἀτρείδαις. χερσὶν λείπει γενόμενα. 620 ἄφιλα παρὰ φίλοις: παρὰ τοῖς πρῴην αὐτοῦ φίλοις, νῦν δὲ πάντων ἐπιλελησμένοις· ἢ ἄφιλα παρʼ ἀφίλοις ἐχθρὰ παρʼ ἐχθροῖς. ἀντὶ ἀχάριστα. 622 ἡ ἐντεθραμμένη τῷ παλαιῷ χρόνῳ οἷον τῇ ἡλικίᾳ ἀντὶ τοῦ πολυετής· ὁ δὲ νοῦς, ὄντως που ἡ τῇ παλαιᾷ ἡμέρᾳ τουτέστι τῷ παλαιῷ χρόνῳ ἔντροφος· τὸ δὲ λευκῷ γήρᾳ, κατὰ κοινοῦ τὸ ἔντροφος, ἡ μήτηρ αὐτοῦ. 624 τῷ λευκοποιῷ τῶν τριχῶν. 626 φρενομόρως: ἀντὶ εἰς τὴν μοῖραν τῶν φρενῶν νοσοῦντα ὅ ἐστι φρενοβλαβῶς, μανικῶς. 627 εἶδος θρήνου. 628 οὐδʼ οἰκτρᾶς γόον ὄρνιθος: οἷον οὐ μέτριον· ἀναστρεπτέον δέ· ἄρχει γὰρ τοῦ λόγου τὸ οὐ ἵνʼ ᾖ οὐκ αἴλινον οὐδʼ οἰκτρᾶς γόον ἀηδοῦς ἥσει ἀλλʼ ὀξυτόνους μὲν ᾠδὰς καὶ τὰ ἑξῆς. ἥσει γόον οὐ μέτριον κατὰ τὴν ἀηδόνα ἀλλʼ ὀξύν· ἡ ἀηδὼ δὲ κατὰ Μιτυληναίους. 634 περιπαθῶς ἡ πρόσθεσις τῆς πολιᾶς.

---

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), ed. Petrus N. Papageorgius. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5037.tlg004.local001/.
