# Scholia in Sophoclem (scholia vetera) 62

Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera), EΙΣ ΗΛΕΚΤΡΑΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-sophoclem/scholia-in-sophoclem-scholia-vetera/62

62 ἤδη γὰρ εἶδον πολλάκις: Πυθαγόρας καθείρξας ἑαυτὸν ἐν ὑπογείῳ λογοποιεῖν ἐκέλευσε τὴν μητέρα ὡς ἄρα τεθνηκὼς εἴη καὶ μετὰ ταῦτα ἐπιφανεὶς περὶ παλιγγενεσίας καὶ τῶν καθʼ Ἄιδου τινὰ ἐτερατεύετο διηγούμενος πρὸς τοὺς ζῶντας περὶ τῶν οἰκείων οἷς ἐν Ἄιδου συντετυχηκέναι ἔλεγεν ἐξ ὧν τοιαύτην ἑαυτῷ δόξαν περιέθηκεν ὡς πρὸ μὲν τῶν Τρωικῶν Αἰθαλίδης ὤν ὁ Ερμοῦ, εἶτα Εὔφορβος, εἶτα Ἑρμότιμος, εἶτα Πύρρος ὁ Δήλιος, εἶτα ἐπὶ πᾶσι Πυθαγόρας· εἰς τοῦτο οὖν ἔοικεν ἀποτείνεσθαι ὁ Σοφοκλῆς· ἔνιοι δὲ οἴονται ἀπιθάνως εἰς Ὀδυσσέα ἀποτείνεσθαι· οὐ γὰρ πέπρακταί τι τοιοῦτον Ὀδυσσεῖ· ἐφυλάξατο δὲ ὀνομάσαι τὸν ἄνδρα· καὶ μὴ τῶν θαυμαστῶν εἶναι δόξῃ εἰ ἐν τραγῳδίᾳ καὶ μύθῳ παλαιῷ τετόλμηκέ τι κακόηθες εἰπεῖν καὶ προσκρουστικὸν εἰς τοὺς καθʼ ἑαυτὸν ὁ μᾶλλον ἥρμοζε κωμῳδίᾳ.

---

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), ed. Petrus N. Papageorgius. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5037.tlg004.local001/.
