# Scholia in Sophoclem (scholia vetera) 645

Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera), EΙΣ ΗΛΕΚΤΡΑΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-sophoclem/scholia-in-sophoclem-scholia-vetera/645

645 δισσῶν ὀνείρων: ἢ διπλῆν ἐχόντων φύσιν ὡς καὶ Ὅμηρος δοιαὶ γάρ τε πύλαι ἀμενηνῶν εἰσιν ὀνείρων· δύναται δὲ τὸ δισσῶν καὶ ἀριθμὸν ἐμφαίνειν ὡς δύο αὐτῆς ὀνείρους θεασαμένης καὶ τὸ μὲν ἓν φάσμα ἡγησαμένης εἶναι ὑπὲρ οὐ καὶ πέπομφεν ἀποτροπιασθησομένην τὴν Χρυσόθεμιν τάχα δὲ καὶ ἕτερον αὐτὴν κεκίνηκεν ὑπὲρ οὐ καὶ εὔχεται τῷ Ἀπόλλωνι ὅπερ οὐδὲ ἐξεῖπε πρός τινα οὐδὲ πρὸς τὸν Ἀπόλλωνα· ἢ δισσῶν τῶν ἀμφιβόλων καὶ δισσοποιῶν· ἔλυσεν δὲ αὐτὸ εἰποῦσα εἰ μὲν πέφηνεν ἐσθλὰ δὸς τελεσφόρα εἰ δʼ ἐχθρὰ τοῖς ἐχθροῖσιν ἔμπαλιν μέθες.

---

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), ed. Petrus N. Papageorgius. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5037.tlg004.local001/.
