# Scholia in Sophoclem (scholia vetera) 704-773

Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera), 704 to 773. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-sophoclem/scholia-in-sophoclem-scholia-vetera/704

704 ὅθεν εὐμάρειʼ ὅπου εὐμαρές ἐστιν αὐτῷ ἀπιέναι. 705 ἐνδίδωσιν. ἡ νόσος. 707 γᾶς σῖτον. 708 λαμβάνων. τῶν ἀφʼ ὧν νεμόμεθα τουτέστι τρεφόμεθα. 710 πλὴν ἐξ ὠκυβόλων: πλὴν εἴ που τοῖς πτηνοῖς βέλεσιν ἐξ ὠκυβόλων τόξων ἀνύσειε φορβὴν πτηνῶν τουτέστιν ὀρνέων· λείπει δὲ ἡ ἀπό, ἀπὸ πτηνῶν. τόξων πτερωτῶν τόξων. 712 ἀνύσειε περιποιήσειεν ὀρνέοις. 714 οἰνοχύτου οἴνου περιφραστικῶς. 715 ἀντὶ ἐνεπλήσθη· οὐδὲ οἴνου μετείληφεν. 716 στατὸν εἰς ὕδωρ: τὸ ἐξ ὄμβρου συνεστηκὸς ὕδωρ ἢ πηγαῖον ἢ λιμναῖον· παρὰ τὸ ἠρεμεῖν καὶ μὴ ὑπὸ ἀνέμων κινεῖσθαι. 717 ἑαυτὸν ἐκίνει ἀντὶ ἐπορεύετο. 719 παιδὸς τυχὼν Νεοπτολέμου. 720 εὐδαίμων εὐδαιμονήσει· τὸ ἑξῆς, εὐδαίμων καὶ μέγας ἀνύσει· ἐκ κείνων δὲ λέγει τῶν κακῶν. 721 μέγας ἐκ ἐκ τῶν κατʼ αὐτὸν εὐτυχής. λείπει ἔσται. 722 ποντοπόρῳ τῇ νηί. πλήθει πολλῶν τῷ πλήθει τῶν μηνῶν. 724 πατρῴαν ἄγει πρὸς τὴν πατρίδα. 725 ἔστιν ἀντὶ Τραχινίων· περὶ τὴν Τραχῖνα γὰρ οἱ Μηλιεῖς. 726 ἵν ᾿ ὁ χάλκασπις: ὅπου ὁ ἐκθεωθεὶς ἀνὴρ πελάζεται πᾶσι· λέγει δὲ τὸν Ἡρακλέα. 727 πλάθει πᾶσιν: ἐπιφαίνεται λαμπρὸς ὤν ὡς πῦρ. θείῳ λείπει τὸ ὡς. 730 τί δή ποθ᾿ κ. τοῦτό φησιν ὁρῶν τῇ νόσῳ πληττόμενον καὶ σιωπῶντα. 732 ἐνοχλεῖ τῷ Φιλοκτήτῃ ἡ συνήθης νόσος· θέλει δὲ κρατῆσαι ἑαυτοῦ διὸ προσποιεῖται ὅταν λέγῃ ἀλλʼ ἄρτι κουφίζειν δοκῶ. 736 ὁ Φιλοκτήτης διὰ τὴν εἰς οἶκον ἀνακομιδὴν ἀπαγορεύει τὰς γινομένας ὀδύνας καὶ λέγει ἰὼ θεοὶ ὡς χαίρων διὰ τὸν Νεοπτόλεμον, οὐ δύναται δὲ ἀληθῶς 739 ἀναστενάζει λοιπὸν τῆς νόσου πλεοναζούσης. 741 ἀντὶ ἔοικάς μοι ὀδυνᾶσθαι. 745 ἐσθίομαι, καταναλίσκομαι. 749 κόψον, θέρισον. 752 ὀξεῖαν βοήν. 753 βούλεται εἰπεῖν τὴν εἰς οἶκον ἀνακομιδὴν ἐν νῷ λαμβάνων μήπως καταλείψει αὐτὸν ὁ Νεοπτόλεμος, οὐ λέγει δὲ διὰ τὸ πάθος. 755 ἡ ἐπείσοδος, ἡ προσθήκη. 758 ὁδοιπορίαις· ἥκει ἡ νόσος ἴσως ὅτε ἐκορέσθη πλανωμένη· ὡς ἐπὶ θηρὸς δὲ ποιεῖται τὸν λόγον. 764 ἠξίωσας, ᾔτεις. ἐνδῷ. 766 φύλασσε, φησίν, αὐτά, τὰ τόξα· ἄμα γὰρ τῷ πάθει τούτῳ ὕπνος μοι ἐπέρχεται καὶ οὕτω παύομαι τῆς νόσου. 768 τῆς ὀδύνης παύσασθαι πρότερον πρὶν κοιμηθῆναι. 770 οἱ περὶ Ὀδυσσέα. 773 ἱκέτην.

---

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), ed. Petrus N. Papageorgius. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5037.tlg004.local001/.
