# Scholia in Sophoclem (scholia vetera) 785-808

Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera), 785 to 808. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-sophoclem/scholia-in-sophoclem-scholia-vetera/785

785 λέγει. 786 ξυρεῖ γὰρ ἐν χρῷ: ἅπτεται τῶν ἀναγκαίων τοῦ χρωτός· καὶ ἔστι παροιμία ἐπὶ τῶν ἐπικινδύνων πραγμάτων ξυρεῖ ἐν χρῷ· ἐνίοτε γὰρ καὶ τοῦ σώματος ἐφάπτεται ὁ σίδηρος. ἄλλως. μέχρι βάθους ἐφικνεῖται ὥστε μὴ χαίρειν· τὸ δὲ τινὰ παρέλκεται. τοῦτο τὸ πρᾶγμα. 787 τί μ᾿ αὖ τάλαιναν: πρὸς τὸ Εὐριπίδου ἐν Δίκτυι τί μ᾿ ἄρτι πημάτων λελησμένην ὀρθοῖς; 788 πολυτρύτων. ἐξ ἕδρας ἀνίστατε: οὐκοῦν διὰ τὸ κεκμηκέναι καὶ ἀναπαύσεως δέεσθαι ἔνδον διέτριβεν καὶ τὴν πρόφασιν τοῦ μὴ προἱέναι διασαφεῖ. 790 ἀλγεινῶς ἤκουσα. 791 τί φής, ὦνθρωπε: περιπαθῶς ἀναβοᾷ πυθομένη ὅτι ἀγγέλλει τις νεώτερόν τι περὶ τοῦ Αἴαντος· ἴδιον δὲ τῶν φίλων τὸ τὰ χείρω ἀεὶ ὑπονοεῖν. μῶν ὀλώλαμεν;. τοιαῦτα γὰρ ἔλεγεν, ὅτι συναπολοῦμαί σοι ἐὰν σὺ ἀποθάνῃς. 792 οὐκ οἶδα τὴν σὴν πρᾶξιν: πρὸς τὸ μῶν ὀλώλαμεν ἐπήγαγεν ὁ ἄγγελος περὶ τοῦ Αἴαντος μόνου· οὐ γὰρ τοιοῦτός ἐστιν ὁ καιρὸς ὥστε σοφίζεσθαι καὶ τὰς φωνὰς ἐξετάζειν· καλῶς δὲ τὸ θαρσῶ· οὐδὲ γὰρ αὐτὸς οἶδεν ἀλλʼ ἀπὸ τῶν λόγων τοῦ Κάλχαντος ἀγωνιᾶν φησιν. 794 ὥστε μ᾿ δίνειν: ἐμφαντικῶς τὸ ὠδίνειν· οἰκεῖον γὰρ γυναικί, χαλεπώτατον δὲ τῶν γυναικείων πόνων ἡ ὠδίς. 796 ὕπαυλον: ἐνδόμυχον, ὑπὸ τὴν αὐλὴν τῆς σκηνῆς. 797 κἀπὶ ἐπὶ τίνι, διὰ τί; 798 ἐπιδημεῖ. 799 ἀντὶ εἶναι. 801 καθ᾿ ἡμέραν τὴν νῦν: ἀμφιβόλως, ἤτοι μαθὼν κατὰ τὴν νῦν ἡμέραν ἢ ὅτι κατὰ τὴν νῦν ἡμέραν τεθνήξεται. 802 ὅτʼ αὐτῷ θάνατον ἢ βίον: εἰ μὲν ἔνδον μένει σῳθήσεται εἰ δὲ μὴ ἀπόλλυται· διὰ τούτου δὲ τὸ διττὸν τοῦ μοιριδίου δηλοῖ ὡς καὶ Ὅμηρος διχθαδίας κῆρας φερέμεν θανάτοιο τέλοσδε. 803 πρόστητʼ ἀναγκαίας τύχης. ἐπίκουροι γένεσθε τῆς κατεπειγούσης δυστυχίας. 804 οἱ μὲν Τεῦκρον ἐν τάχει: πιθανῶς καὶ Τεῦκρον μεταπέμπεται ἶνα μὴ δεήσῃ ἄγγελον πέμπειν ὅταν έπιτύχωσι τῷ σώματι. 805 ἑσπέρους: δυτικούς, ἀγκῶνας δὲ τὰς ἄκρας τῶν ὀρῶν τὰς πρὸς δύσιν. ἀνατολικούς. 807 ἔγνωκα γὰρ δὴ φωτός: οἷον διʼ ὧν εὐνοϊκῶς ἔπραξα εἰς αὐτὸν καταφρονήσας ἠπάτησέ με. 808 τῆς παλαιᾶς τῆς τοῦ γάμου καὶ τῆς συνουδίας.

---

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), ed. Petrus N. Papageorgius. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5037.tlg004.local001/.
