# Scholia in Sophoclem (scholia vetera) 883-912

Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera), 883 to 912. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-sophoclem/scholia-in-sophoclem-scholia-vetera/883

883 ἀνεκτέον· οὕτω γάρ φασι σκαπτέα, φυτευτέα ἀντὶ τοῦ σκαπτέον, φυτευτέον. 887 τίς ποθʼ ἡ βοή;: ἄκρως τῇ οἰκονομίᾳ τὸ μαθεῖν τὸν Θησέα τὰ γενόμενα πρὸς θυσίαις ὄντα τοῦ Ἱππίου Ποσειδῶνος ὑπὲρ τοῦ μὴ διατριβὴν ἐγγενέσθαι μηνύοντός τινος. 890 θᾶσσον ἢ καθʼ ἡδονὴν ταχύτερον ἢ ὡς ἔδει βαδίζειν. 900 σπεύδειν ἀπὸ ῥυτῆρος. ἀντὶ τῆς βλαύτης· τῶν δὲ ἐξηγησαμένων ἀπάντων αὐτὸν Πραξιφάνης δοκεῖ ἄμεινον ἀποδιδόναι ἀκούων τὸ ὑπόδημα οἷον τῶν ποδῶν τὸ κάλυμμα. ἀπὸ ῥυτῆρος: ἀπὸ ὑποδήματος ἀντὶ τοῦ ὡς ἔχει σχήματος ἕκαστος. ἔνθα δίστομοι: ὡς σχιστῆς οὔσης ὁδοῦ ἐκεῖσε. 903 τῷ Κρέοντι. 905 εἰ μὲν διʼ ὀργῆς ἧκον: εἰ μὲν διʼ ὀργῆς ἐληλύθειν, ἐν ταύτῃ τῇ ὀργῇ ἧς ἦν οὗτος ἄξιος. 906 οὐδʼ ἀφῆκʼ (οὐ) μεθῆκʼ ἄν. 908 τούτοισι κοὐκ ἄλλοισιν: ὡς ἀπὸ ξένης γῆς ἀπέσπασεν οὕτω καὶ αὐτὸς ἐπὶ ξένης γῆς ἀποσπασθήσεται. 909 οὐκ ἀναχωρεῖς γὰρ ἐντεῦθεν πρὶν ἂν ἀγάγῃς τὰς κόρας. 912 οὔθʼ ὧν τῶν προγόνων.

---

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), ed. Petrus N. Papageorgius. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5037.tlg004.local001/.
