# Scholia in Sophoclem (scholia vetera) 894-939

Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera), 894 to 939. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-sophoclem/scholia-in-sophoclem-scholia-vetera/894

894 ἁ νέορτος ἄδε ἡ νεωστὶ ἐνταῦθα ὁρμήσασα Ἰόλη· ἀνέορτος δὲ ἀντὶ τοῦ αἰσχρὰ καὶ ἀπρεπής. 895 κατασκευάσαι καὶ ποιῆσαι· καλῶς δὲ ὡς ἐπὶ μεγάλῳ τολμήματι εἶπεν τὴν λέξιν. 899 οὕτως ἀκριβῶς διηγήσομαί σοι τὸ πρᾶγμα ὡς πεισθῆναί σε ὅτι ἀληθῆ λέγω. 901 γράφε κοινά, ἢ τὰ τοῦ θανάτου ἢ τὰ αὐτῆς καὶ τὰ αὐτοῦ. 902 στορνύνθ᾿| τὸν Ὕλλον στρωννύντα. 905 χήρα. κλαῖε δʼ ὀργάνων ὅτου καὶ εἰ ἥπτετό τινος ἐργαλείου ὧν εἴωθε μεταχειρίζεσθαι συνόντος αὐτῇ τοῦ Ἡρακλέους οἷον ἱστοῦ ἢ τινος τοιούτου ὠδύρετο ὡς λοιπὸν καταλιμπάνουσα αὐτά· ἱστοῦ δὲ ἴσως ἐφήπτετο διὰ τὸν κατασκευασθέντα πέπλον ἐπὶ συμφοραῖς. ἢ τῶν ἰστουργικῶν ἢ τῶν ἐργαλείων οἷς τὸν πέπλον ἔχρισεν. 907 ἄλλῃ δὲ ἀντὶ τῇδε κἀκεῖσε. 911 ἐπεὶ μηκέτι ἔμελλεν παῖδας τίκτειν ἤτοι σχήσειν· ὅτι τοῦ λοιποῦ οὐ γενήσονται συνουσίαι πρὸς τὸν Ἡρακλέα εἰς παιδοποιίαν· οὐσίας δὲ κοίτας, συνουδίας. 914 περικεκαλυμμένη, κρύπτουσα. 915 ἐφύλαττον. δεμνίοις τοῖς ἔνθα συνεκάθευδον· ἄλλο γὰρ ἦν ὅπερ ἐστόρεσεν ὁ Ὕλλος. 917 ἐπενθοροῦσ᾿ ἐναλλομένη ἄνω εἰς τὴν κλίνην. 922 εὐναζομένην, κοιμωμένην. 925 πρὸς τῷ στήθει γὰρ ἐπερονῶντο αἱ γυναῖκες. ἐκ δʼ ἐγύμνωσεν, ἐξέδυσεν· λῶπος γὰρ τὸ ἱμάτιον. 928 τῷ τῷ Ὕλλῳ τῷ παιδὶ τῆς τοιαῦτα τολμώσης. 929 κἀν καὶ ἐν ᾧ· καὶ ἐν ὅσῳ διετρέχομεν πρὸς τὸν Ὕλλον εἶτα πάλιν πρὸς τὴν Δηιάνειραν ἔφθασεν ἑαυτὴν ἀνελοῦσα. 931 ὑφ᾿ ἧπαρ καὶ περὶ τὸ ἧπαρ γὰρ φρένες εἰσὶ παχεῖαι· Ὅμηρος ὅθι φρένες ἧπαρ ἔχουσιν. 932 ἔγνω γὰρ κατὰ ποῖον τρόπον τοῦτο ἐποίησεν ἡ μήτηρ αὐτοῦ· συνεῖδεν ὡς ὀργισθεῖσα ἐπὶ τῷ ἡπα- τῆσθαι παρὰ τοῦ Νέσσου τὸ ἔργον τοῦτο διεπράξατο. 937 ἀμφί περὶ αὐτήν, τὴν μητέρα. 939 πλευρὰν παρεὶς ἔκειτο: παρείς, ἐκτείνας ἑαυτὸν ἢ προσκολλήσας ὠδύρετο ὅτι αὐτὴν ματαίως ᾐτιάσατο ὡς κακοήθως ἀποστείλασαν τὸν χιτῶνα.

---

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), ed. Petrus N. Papageorgius. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5037.tlg004.local001/.
