# Scholia in Sophoclem (scholia vetera) 950-994

Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera), 950 to 994. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-sophoclem/scholia-in-sophoclem-scholia-vetera/950

950 οὐκ ἂν τάδʼ ἔστη: οὐκ ἂν ταῦτα ἐπράχθη οὕτω μὴ θεῶν βουλομένων ὥστε καὶ ταῦτά ἐστι προσδοκᾶν περὶ τῶν Ἀτρειδῶν. ἄλλως: πρὸς τὸ εἰρημένον ὑπὸ τοῦ χοροῦ ἀλλʼ ἀπείργοι θεὸς φησίν, οὐκ εἰκὸς συλλήψεσθαι ἡμῖν τοὺς θεοὺς ἐπεὶ οὐδʼ ἂν ἐπράχθη ταῦτα. 951 ἄγαν ὑπερβριθές: μέγα καὶ βαρὺ ἤνυσαν οἱ πράξαντες τὰ περὶ τὸν Αἴαντα ὅ ἐστιν οἱ αἴτιοι τούτων. 953 ἐφύτευσεν. 954 κελαινώπαν: οἷον οὐκ ἐν τῷ φανερῷ ἀλλʼ ἐν σκότῳ ἤδη βλεπόμενον καὶ μέλανα καὶ οἷον εκρυμμένον καὶ δόλιον καὶ οὐχ ἀπλοῦν θυμὸν ἐφυβρίζει· ἔξωθεν δὲ ἡ κατά· τὸ δὲ ἡμᾶς λείπει ἵνʼ ᾖ κατὰ τὸν θυμὸν ἐφυβρίζει ἡμᾶς. 957 τοῖς τοῖς διὰ τὴν μανίαν συμβεβηκόσιν. 960 τὰ ἄχη κλύοντες. 962 χ. ἴσως τοι κεἰ βλέποντα: καὶ νῦν βλέποντα εἶπεν ἀντὶ τοῦ ζῶντα διὸ τὸ χ· πρόσκειται. 966 ἐμοὶ πικρὸς τέθνηκεν: μᾶλλον ἐμοὶ πικρὸς τέθνηκεν ἥπερ ἐκείνοις γλυκὺς καὶ αὐτῷ γλυκὺς ἐπεὶ ὧν ἐπεθύμει ἔτυχεν· οὐκ ἂν οὖν ἐπεγγελῷεν αὐτῷ οἱ ἐχθροὶ ὡς αὐτοὶ τῆς ἀπωλείας αἴτιοι γενό-μενοι. 970 θεοῖς τέθνηκεν: θεῶν βουλομένων· οὐ γὰρ οἱ Ἕλληνες τὴν τοιαύτην αἰτίαν αὐτῷ παρέσχον. 974 ἰώ μοί μοι: δεῖ γενέσθαι βοὴν ἣν ἀκούσας ὁ χορὸς ἐφίστησι γνωρίζων τὸ φθέγμα τοῦ Τεύκρου βοῶντος. 976 ἐπίσκοπον μέλος. σημαντικόν, ἔφορον, οὐχ ἡμαρτηκὸς τῆς συμφορᾶς ἀλλʼ ἐστοχασμένον. 977 φίλτατʼ Αἴας: ἔρχεται μεταπεμφθεὶς ὑπὸ Τεκμήσσης. 978 ἆρʼ ἠμπόληκας. ἐνεπόλησας, ἐκέρδανας· καὶ ἐπὶ φαύλου λέγεται, τροπικῶς δὲ ἀντὶ τοῦ περιεποίησας. 982 ἀντὶ τοῦ βαρύ. 983 τί γὰρ τέκνον τὸ τοῦδε: καὶ πρὶν ἀκοῦσαι τῶν ἐντολῶν ὁ Τεῦκρος ἔδειξεν τὴν περὶ τὸν παῖδα κηδεμονίαν ἀφʼ ἑαυτοῦ φρονίμως. 986 ὡς κενῆς | σκύμνον λεαίνης καλῶς τῷ παραδείγματι χρῆται· οἱ γὰρ κυνηγοὶ τηροῦσι τὸν καιρὸν ὁπότε ἔρημοι τῶν μητέρων γίνονται οἱ σκύμνοι. κεκενωμένης, ἐστερημένης τοῦ συζύγου. 994 ὁδός θʹ ὁδῶν πασῶν: οὐ λέγει τὴν ἐπὶ τὴν Μυσίαν (ἐπιφέρει γὰρ ἣν δὴ νῦν ἔβην) ἀλλὰ ταύτην ἥν ἦλθεν ἐπὶ τὸ ἰδεῖν τὸν νεκρόν.

---

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), ed. Petrus N. Papageorgius. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5037.tlg004.local001/.
