# Scholia in Sophoclem (scholia vetera) 971-1008

Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera), 971 to 1008. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-sophoclem/scholia-in-sophoclem-scholia-vetera/971

971 Ὕλλος ἀπαντήσας τῷ πατρὶ θρηνεῖ. 973 τί δὲ τί τεχνάσομαι ὅπως σωθείης; 974 σίγα, τέκνον: γέρων τις ἀκολουθῶν τῷ Ἡρακλεῖ ἀπὸ Εὐβοίας πρὸς τὸν Ὕλλον φησί, μὴ ἀνεγείρῃς αὐτόν· τοῦτο γὰρ αἴτιον ὀδύνης τοῖς κάμνουσιυ. 975 ἐκ τῶν ὀδυνῶν ἠγριωμένου. 976 ζῇ γὰρ προπετής. προπετὴς εἰς τὸν θάνατον προνενευκὼς ἢ παρειμένος· εἰς τὴν γῆν πεσὼν ἢ ἐπὶ πρόσωπον κοιμώμενος ἢ καὶ μόνον κείμενος. 980 τὴν μανιώδη. 981 ἀλλʼ ἐπί μοι μελέῳ: ἀλλʼ ἐνθουσιᾷ μοι τῷ μελέῳ ἡ φρὴν διὰ τὸ ἄπλετον βάρος· ἐν ἐπιθυμίᾳ, φησίν, ἔχω τὸ βάρος καὶ σιωπᾶν οὐ δύναμαι. 983 Ζεῦ, ποῖ γᾶς ἥκω;: Ἡρακλῆς ὡς ἐξαναστὰς καὶ ἀγνοῶν ποῦ μετενήνεκται. 987 ἐσθίει με ἡ νόσος καὶ ἀναλίσκει. 988 ἄρʼ ἐξῄδης: πρὸς τὸν Ὕλλον λέγει, ἄρα, φησίν, ὅσον ἦν κέρδος τὸ σιωπᾶν ἔγνως καὶ μὴ διασκεδάσαι τὸν ὕπνον; 991 οὐ γὰρ ἔχω πῶς ἄν: ἀδυνάτως ἔχω καρτερεῖν ἐπὶ τηλικούτῳ κακῷ. 993 Κηναία κρηπίς. κρηπὶς τὸ ἔδαφος, περιφραστικῶς δὲ ἀντὶ τοῦ Κήναιον· μέμφεται δὲ τῷ τόπῳ ὅτι οὐκ ἐπὶ αἰσίοις αὐτῷ γέγονεν τὰ ἐκεῖ θύματα· οἵαν οὖν, φησί, χάριν ἀπὸ τῶν θυμάτων διεπράξω. 997 οἴαν μʼ ἄρʼ ἔθου λώβαν: οἴαν μοι, φησί, προσετρίψω βλάβην, Ζεῦ, τὴν ταῖς μανίαις ἀκμάζουσαν· λέγει δὲ ταῦτα ἀφορῶν εἰς τὸ ἑαυτοῦ σῶμα. 999 ἀνίατον, ἀκαταπράυντον· ἀπὸ κοινοὔ δὲ τὸ ὤφελον. 1000 καταδερχθῆναι: θεωρῆσαι, ἰδεῖν τὴν ἀκμὴν τῆς μανίας. 1001 τίς γὰρ ἀοιδός: τίς, φησίν, ἐπῳδὸς ἢ ἰατρὸς διὰ χειρῶν τὴν τέχνην τῆς ἰατρικῆς ἐνδεικνύμενος θεραπεύσει τὸ πάθος μου εἰ μὴ ὁ Ζεὺς βούλοιτο; 1004 θαῦμ᾿ ἂν πόρρωθεν: ἥδιστα ἂν καὶ εἰ μακρόθεν μεταπέμψαιτό τις τὸν θεραπεύσοντα θεασαίμην μεταπεμψαμένων ὑμῶν. 1005 γράφε ὕστατον. ἢ τὸ καθευδῆσοι ἢ τὸ ἀποθανεῖν. 1006 πᾷ μου ψαύεις; ὡς ἐφαπτομένου αὐτοῦ τοῦ παιδὸς ἐπὶ τῷ γνῶναι πῶς ἔχει τῷ σώματι· ποῖ ψαύεις ἀντὶ τοῦ παῦε ψηλαφῶν καὶ μεταφέρων τῇδε κἀκεῖσε τὸ σῶμά μου. ποῦ προσάγεις τὰς χεῖρας; 1008 ἀντέτροφας: ὅ τι ἂν ἡσυχάσῃ τοῦ κακοῦ τούτου πάλιν κινήσας ἀνέτρεψας οἷον ὅ τι ἂν τῶν ὀδυνῶν μύσῃ τοῦτο διήγειρας.

---

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), ed. Petrus N. Papageorgius. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5037.tlg004.local001/.
