# Scholia in Sophoclem (scholia vetera) 998-1035

Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera), 998 to 1035. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-sophoclem/scholia-in-sophoclem-scholia-vetera/998

998 ὀξεῖα γάρ σου βάξις: οὐ κοινῶς τὸ ὀξὺ ἐπὶ τῆς φήμης ἀλλʼ ὁρμὴν ἴσχει ἐπὶ τοῖς ἀξιώματι προβεβηκόσι· τὸ δὲ ὡs θεοῦ ἤτοι ὡς ἀπὸ θεοῦ ἢ ὡς περὶ θεοῦ, τοῦτο δὲ πρὸς τὴν φήμην μόνον ἐπεὶ γίνεται βλάσφημον διὰ τῶν ἑξῆς. 1001 ἰσως ἡσύχως ἐστέναζεν δεδοικὼς τοὺς ἐχθρούς. 1003 ἴθ᾿, ἐκκάλυψον: πρὸς τὸν χορόν φησιν ἢ τινα τῶν θεραπόντων· ἡ γὰρ Τέκμησσα ἐπὶ τὸν παῖδα ἀπῄει. 1004 δυσθέατον ὡς ἀνακαλύψας. 1005 λύπας. κατασπείρας: δαιμονίως καὶ τὸ σπείρας οἷον ἀρχὴν κακῶν παρασχών· ἢ τὸ σπεῖραι ἐπὶ πλήθους κακῶν τακτέον. 1007 τοῖς σοῖς ἐν πόνοισιν ἀρήξαντα μηδαμοῦ. 1008 ἦ που Τελαμών: ἅμα μὲν πρὸς τὸ τῆς ἱστορίας ὅτι ἐκβέβληται ἄμα δὲ καὶ πρὸς τὸ πιθανὸν τῆς ὑπονοίας. 1010 πῶς γὰρ οὔχ; ὅτῳ πάρα πῶς γὰρ οὗτός με ἡδέως δέξεται ᾧ καὶ εὐτυχοῦντι τὸ προσηνὲς ἄπεστι καὶ ἱλαρόν; οὔχ; ὅτῳ πάρα: οὔχ; ᾧτινι οὐδʼ εὐτυχοῦντι πάρεστιν τὸ γελᾶν· εὐτυχοῦντι δὲ εἶπεν οὐκ ἐπὶ τῷ υἱῷ ἐσφαγμένῳ ἀλλʼ ἐπὶ ταῖς ἀνδραγαθίαις τοῦ υἱοῦ καὶ τῇ ἁλώσει τῆς Τροίας. 1012 ποῖον οὐκ ἐρεῖ οἷον τίνος ἀπόσχοιτο λόγου; 1013 τὸν ἐκ δορὸς ὡσανεὶ ἐμέ. 1015 ὡς τὰ ἀντὶ τοῦ ὅπως τὰ σά. 1017 τοιαῦτʼ ἀνὴρ δύσοργος: τὸ μὲν δύσοργος ἐκ φύσεως (λέγει γὰρ αὐτὸν ἀεὶ σκυθρωπὸν) τὸ δὲ ἐν γήρᾳ εἰς ἐπίτασιν. 1018 πρὸς πρὸς οὐδὲν ἀληθὲς ἢ αἴτιον ἐμοί. 1020 ταῖς τοῦ πατρὸς λοιδορίαις. 1022 πολλοὶ μὲν ἐχθροί: πολλοὶ ἐχθροὶ Ἕλληνές τε καὶ Τρῶες, ὀλίγοι δὲ ὠφελήσιμοι Ἕλληνες. 1024 πῶς ἀποσπάσω: πῶς, φησί, τὸ σῶμα ἀπὸ τοῦ ξίφους ἑλκύσω; συμπληρῶσαι δὲ βούλεται καὶ θάπτειν αὐτόν· καλῶς δὲ τῇ μὲν Τεκμήσσῃ περιῆψε τὸ σκεπάσαι αὐτὸν ὡς γυναικὶ τῷ δὲ Τεύκρῳ ὡς ἀνδρὶ καὶ ἀδελφῷ τὸ τὰ δέοντα ποιεῖν περὶ τὸ σῶμα. 1025 τοῦδʼ αἰόλου κνώδοντος. τῆς ἀκμῆς τοῦ ξίφους, τῆς ὀξείας εἰς τὸ καίνειν ὡς ὀδούς· ὀδοῦσι γὰρ περιβάλλεται ὀξέσιν· ἀπὸ δὲ τοῦ ἄκρου τὸ ξίφος δηλοῖ. 1030 ἐξαφθείς, ἐκδεσμηθείς. 1032 τὸ ξίφος. 1035 τὸν λῶρον.

---

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), ed. Petrus N. Papageorgius. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5037.tlg004.local001/.
