# Periplus Scylacis 70-89

Scylax of Caranda, Periplus Scylacis, 70 to 89. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scylax-of-caranda/periplus-scylacis/70

70. ΣΑΥΡΟΜΑΤΑΙ. s Ἀπὸ Τανάϊδος δὲ ποταμοῦ ἄρχεται ἡ Ἀσία, καὶ πρῶτον ἔθνος αὐτῆς ἐστὶν ἐν τῷ Πόντῳ Σαυρομάται. Σαυροματῶν δέ ἐστιν ἔθνος γυναικακρατούμενον. 71. ΜΑΙΩΤΑΙ. Τῶν γυναικοκρατουμένων ἔχονται Μαιῶται. 72. ΣΙΝΔΟΙ. Μετὰ δὲ Μαιώτας Σίνδοι ἔθνος· διήκσυσι γὰρ οὗτοι καὶ εἰς τὸ ἔξω τῆς λίμνης· καί εἰσιν πόλεις ἐν αὐτοῖς Ἐλληνίδες αἵδε· Φαναγόρου πόλις, Κῆεοι, Σινδικὸς λιμὴν, Πάτους. 73. ΚΕΡΚΕΤΑΙ. Μετὰ δὲ Σινδικὸν λιμένα Κερκέται ἔθνος. 74. καὶ πόλις Ἑλληνὶς Τορικὸς καὶ λιμήν. 75. ΑΧΑΙΟΙ. Μετὰ δὲ Τορέτας Ἀχαιοὶ ἔθνος. 76. ΗΝΙΟΧΟΙ. Μετὰ δὲ Ἀχαιοὺς Ἡνίοχοι ἔθνος. 77. 78. ΚΩΑΙΚΗ. Μετὰ δὲ Κοραξοὺς Κωλικὴ ἔθνος. 79. ΜΕΑΑΓΧΑΑΙΝΟΙ. s Μετὰ δὲ Κωλικὴν Μελάγχλαινοι ἔθνος, καὶ ποταμὸς ἐν αὐτοῖς Μετάσωρις καὶ Αἰγίπιος ποταμός. 80. ΓΕΑΩΝΕΣ. Μετὰ δὲ Μελαγχλαίνους Γέλωνες. 81. ΚΟΑΧΟΙ. Μετὰ δὲ τούτους Κόλχοι ἔθνος καὶ Διοσκουρὶς πόλις καὶ Γυηνὸς πόλις Ἑλληνὶς καὶ Γυηνὸς ποταμὸς καὶ Χερόβιος ποταμὸς, Χόρσος ποταμὸς, Ἄριος ποταμὸς, Φᾶσις ποταμὸς καὶ Φᾶσις Ἑλληνὶς πόλις, καὶ ἀνάπλους ἀνὰ τὸν ποταμὸν σταδίων ρπ΄, εἰς πόλιν (μάλην) μεγάλην βάρβαρον, ὅθεν Μήδεια ἦν· ἐνταῦθά ἐστι Ῥὶς ποταμός· Ἴσις ποταμὸς, Λῃστῶν ποταμὸς, Ἄψαρος ποταμός. 82. ΒΥΖΗΡΕΣ. Μετὰ δὲ τοὺς Κόλχους Βύζηρες ἔθνος καὶ Δαραανῶν ποταμὸς καὶ Ἀρίων ποταμός. 83. ΕΚΕΧΕΙΡΙΕΙΣ. Μετὰ δὲ Βύζηρας Ἐκεχειριεῖς ἔθνος, καὶ ποταμὸς Πορδανὶς, καὶ Ἀραβὶς ποταμὸς, Αίμνη κόλις, Ὠδείνιος πόλις Ἑλληνίς. 84. ΒΕΧΕΙΡΙΚΗ. Μετὰ Ἐκεχειριεῖς Βέχειροι ἔθνος, Βεχειρικὸς λιμὴν, Βεχειριὰς πόλις Ἑλληνίς. 85. ΜΑΚΡΟΚΕΦΑΑΟΙ. Μειὰ δὲ Βέχειρας Μακροκέφαλοι ἔθνος, καὶ Ψωρῶν λιμὴν, Τραπεζοῦς πόλις Ἑλληνίς. 86. ΜΟΣΣΥΝΟΙΚΟΙ. Μετὰ δὲ Μακροκεφάλους Mοσσύνοικοι ἔθνος, καὶ Ζεφύριος λιμὴν, Χοιράδες πόλις Ἐλληνὶς, Ἄρεως νῆσος. Οὗτοι ὄρη κατοικοῦσιν. 87. ΤΙΒΑΡΗΝΟΙ. Μετὰ δὲ Μοσσύνους ἔθνος ἐστὶ Τιβαρηνοί. 88. ΧΑΑΥΒΕΣ. Μετὰ δὲ Τιβαρηνοὺς Χάλυβές εἰσιν ἔθνος, καὶ Γενήτης λιμὴν κλειστὸς, Σταμένεια πόλις Ἑλληνὶς, καὶ Ἰασονία ἀκρόπολις Ἑλληνίς. 89. ΑΣΣΥΡΙΑ. Μετὰ δὲ Χάλυβας Ἀσσυρία ἐστὶν ἔθνος καὶ ποταμὸς Θερμώδων καὶ πόλις Ἑλληνὶς Θεμίσκυρα, Ἀύκαστος ποταμὸς καὶ πόλις Ἑλληνὶς, Ἅλυς ποταμὸς καὶ Κάρουσσα πόλις Ἑλληνὶς, Σινώπη πόλις Ἑλληνὶς, Κερασοῦς πόλις Ἑλληνὶς καὶ Ὀχέραινος ποταμὸς, Ἁρμένη πόλις Ἑλληνὶς καὶ λιμὴν, Τετράκις πόλς Ἑλληνίς.

---

Scylax of Caranda, Periplus Scylacis, ed. Karl Müller. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0065.tlg001.local001/.
