# Fragmenta 20

Semus Delius, Fragmenta, Dfhg-Source dfhg4_SEMUS_DELIUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/semus-delius/fragmenta/20

Σημος δʹ ὁ Δήλιος ἐν τῷ Περὶ παιάνων «Οἱ αὖτοκάβδαλοι (φησὶ) καλούμενοι ἐστεφανωμένοι κιττῷ σχέδην ἐπέραινον ῥήσεις. Ὕστερον δὲ ἴαμβοι ὠνομάσθησαν αὐτοί τε καὶ τὰ ποιήματα αὐτῶν. Οἱ δὲ ἰθύφαλλοι (φησὶ) καλούμενοι προσωπεῖον μεθυόντων ἔχουσι, καὶ ἐστεφάνωνται, χειρῖδας ἀνθινὰς ἔχοντες· χιτῶσι δὲ χρῶνται μεσολεύκοις, καὶ περιέζωνται ταραντῖνον, καλύπτον αὐτοὺς μέχρι τῶν σφυρῶν. Σιγῇ δὲ διὰ τοῦ πυλωνος εἰσελθόντες, ὅταν κατὰ μέσην τὴν ὀρχήστραν γένωνται, ἐπιστρέφουσιν εἰς τὸ θέατρον, λέγοντες· Ἀνάγετʹ, εὐρυχωρίαν τῷ θεῷ ποιεῖτε. Ἐθελει γὰρ ὁ θεὸς ὀρθὸς ἐσφυρωμένος διὰ μέσου βαδίζειν. Οἱ δὲ φαλλοφόροι (φησὶ) προσωπεῖον μὲν οὐ λαμβάνουσι, προπόλιον δὲ ἐξ ἑρπύλλου περιτιθέμενοι, καὶ παιδέρωτας ἐπάνω τούτου ἐπιτίθενται, στέφανόν τε δασὺν ἴων καὶ κιττοῦ· αὔνακάς τε περιβεβλημένοι παρέρχονται, οἱ μὲν ἐκ παρόδου,οἱ δὲ κατὰ μέσας τὰς θύρας βαίνοντες ἐν ῥυθμῷ, καὶ λέγοντες· Σοὶ, Βάκχε, τάνδε μοῦσαν ἀγλαΐζομεν, ἁπλοῦν ῥυθμὸν χέοντες αἰόλῳ μέλει, καινὰν, ἀπαρθένευτον, οὔ τι ταῖς πάρος κεχρημέναν ᾠδαῖσιν, ἀλλʹ ἀκήρατον κατάρχομεν τὸν ὕμνον. Εἶτα προστρέχοντες ἐτώθαζον, οὓς ἂν προέλοιντο, στάδην δὲ ἔπραττον· ὁ δὲ φαλλοφόρος ἰθὺ βαδίζων κατα- πλησθεὶς αἰθάλῳ.»

---

SEMUS DELIUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1663.tlg003.local002/.
