# Fragmenta 5a-7

Semus Delius, Fragmenta, 5a to 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/semus-delius/fragmenta/5a
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/semus-delius/fragmenta/5a
CTS URN: urn:cts:greekLit:tlg1663.tlg003:5a-7

Πράμνειος οἶνος· Σῆμος ὁ Δήλιος ἐν τρίτῳ ἐν ᾗ καὶ ὁ πράγμων (scr. ἐν Ἰκάρῳ Πράμνον) πέτραν εἶναι, ἀφ ̓ ἧς τὸν οἶνον εἶναι. Πράμνιος οἶνος ... Σ. Ὁ Δήλιος ἐν γʹ, ἐν Νικίᾳ (lege Ἰκάρῳ) Πράμνον πέτραν εἶναι, ἀφ ̓ ἧς τὸν οἶνον εἶναι. Εἶναι γὰρ ἐν Ἰκάρῳ φησὶ Σῆμος Πράμνον πέτραν, καὶ παρ ̓ αὐτῇ ὄρος μέγα, ἀφ ̓ οὗ τὸν Πράμνιον οἶνον, ὃν καὶ φαρμακίτην τινὰς καλεῖν. Σῆμος δ ̓ ἐν τετάρτῳ Δηλιάδος «Δελφοῖς (φησὶ) παραγινομένοις εἰς Δῆλον παρεῖχον Δήλιοι ἄλας καὶ ὄξος καὶ ἔλαιον καὶ ξύλα καὶ στρώματα.» Πρῶτος ἐν τοῖς Ἕλλησι στέφανος ὠνομάσθη, ὥς φησι Σῆμος ὁ Δήλιος ἐν τετάρτῳ Δηλιάδος, τὸ παρὰ μὲν ἡμῖν στέφος, παρὰ δέ τισι στέμμα προσαγορευόμενον, διὸ καὶ τούτῳ πρώτῳ στεφανωσάμενοι δεύτερον περιτιθέμεθα τὸν δάφνινον. Κέκληται δὲ στέφανος ἀπὸ τοῦ στέφειν.

---

SEMUS DELIUS, Fragmenta. Text: Digital Fragmenta Historicorum Graecorum, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1663.tlg003.local002/.
