Ancient Greek · ~8 min
1.1 to 1.13
Septuaginta, Κριταί (Cod. Alexandrinus) 1.1-13
Not analysed yet
ΚΑΙ ἐγένετο μετὰ τὴν τελευτὴν Ἰησοῦ καὶ ἐπηρώτων οἱ υἱοὶ Ἰσραὴλ διὰ τοῦ κυρίου λέγοντες τίς ἀναβήσεται ἡμῖν πρὸς τοὺς Χαναναίους ἀφηγούμενος τοῦ πολεμῆσαι πρὸς αὐτούς ; καὶ εἶπεν Κύριος Ἰούδας ἀναβήσεται, ἰδοὺ δέδωκα τὴν γῆν ἐν τῇ χερὶ αὐτοῦ. καὶ εἶπεν Ἰούδας τῷ Συμεὼν ἀδελφῷ αὐτοῦ Ἀνάβηθι μετ’ ἐμοῦ ἐν τῷ κλήρῳ μου, καὶ παραταξώμεθα πρὸς τοὺς Χαναναίους, καὶ πορεύσομαι κἀγὼ μετὰ σοῦ ἐν τῷ κλήρῳ μου. καὶ ἐπορεύθη μετ’ αὐτοῦ Συμεών. καὶ ἀνέβη Ἰούδας· καὶ παρέδωκεν κύριος τὸν Χαναναῖον καὶ τὸν Φερεζαῖον εἰς τὰς χεῖρας αὐτῶν, καὶ ἔκοψαν αὐτοὺς ἐν Βέ χιλιάδας ἀνδρῶν, καὶ κατέλαβον τὸν Ἀδωνιβέζεκ ἐν τῇ παρετάξαντο πρὸς αὐτόν· καὶ ἔκοψαν τὸν Χαναναῖον καὶ καὶ ἔφυγεν Ἀδωνιβέζεκ· καὶ κατέδραμον ὀπίσω αὐτοῦ καὶ κατελάβοσαν αὐτόν, καὶ ἀπέκοψαν τὰ ἄκρα τῶν χειρῶν αὐτοῦ καὶ τὰ ἄκρα τῶν ποδῶν αὐτοῦ. καὶ εἶπεν Ἀδωνιβέζεκ Ἑβδομηκοντα βασιλεῖς τὰ ἄκρα τῶν χειρῶν αὐτῶν καὶ τὰ ἄκρα τῶν ποδῶν αὐτῶν ἀποκεκομμένοι ἦσαν συλλέγοντες τὰ ὑποκάτω τῆς τραπέζης μου· καθὼς οὖν ἐποίησα, ἀνταπέδωκέν μοι ὁ θεός. καὶ ἄγουσιν αὐτὸν εἰς καὶ ἀπέθανεν ἐκεῖ. Καὶ ἐπολέμουν οἱ υἱοὶ Ἰούδα τήν Ἰερουσαλήμ, καὶ κατελάβοντο αὐτὴν καὶ ἐπάταξαν αὐτὴν ἐν στόματι ῥομφαίας, καὶ τὴν πόλιν ἐνέπρησαν ἐν πυρί. καὶ μετὰ ταῦτα κατέβησαν οἱ υἱοὶ Ἰούδα τοῦ πολεμῆσαι πρὸς τὸν Χαναναῖον τὸν κατοικοῦντα τὴν ὀρεινὴν καὶ τὸν νότον καὶ τὴν πεδινήν. καὶ ἐπορεύθη Ἰούδας πρὸς τὸν Χαναναῖον τὸν κατοικοῦντα ἐν Χεβρών, καὶ ἐξῆλθεν Χεβρὼν ἐξ ἐναντίας· καὶ τὸ ὄνομα ἦν Χεβρὼν τὸ πρότερον Καριαρβοξέφερ· καὶ ἐπάταξαν τὸν Σεσσεὶ καὶ Ἀχιναὰν καὶ Θολμείν, γεννήματα τοῦ καὶ ἀνέβησαν ἐκεῖθεν πρὸς τούς κατοικοῦντας Δαβείρ· τὸ τῆς Δαβεὶρ ἢν ἔμπροσθεν Καριασσῶφαρ, πόλις γραμμάτων. καὶ εἶπεν Χαλέβ ὃς ἐὰν πατάξῃ τὴν πόλιν τῶν γραμμάτων καὶ προκαταλάβηται αὐτήν, δώσω αὐτῷ τὴν Ἀζὰ θυγατέρα μου εἰς καὶ προκατελάβετο αὐτὴν Γοθονιὴλ υἱὸς Κενὲζ ἀδελφοῦ Χαλὲβ ὁ νεώτερος· καὶ ἔδωκεν αὐτῷ Χαλὲβ τὴν Ἀζὰ θυγατέρα αὐτοῦ εἰς