Ancient Greek · ~1 min
1.25 to 1.26
Septuaginta, Κριταί (Cod. Alexandrinus) 1.25-26
Not analysed yet
καὶ ἔδειξεν αὐτοῖς τὴν εἴσοδον τῆς πόλεως· καὶ ἐπάταξαν τὴν πόλιν ἐν στόματι ῥομφαίας, τὸν δὲ ἄνδρα καὶ τὴν συγγενίαν αὐτοῦ ἐξαπέστειλαν. καὶ ἐπορεύθη ὁ ἀνὴρ εἰς γῆν Χεττείν, καὶ ᾠκοδόμησεν ἐκεῖ πόλιν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτῆς Λοῦζα. τοῦτο τὸ ὄνομα αὐτῆς ἕως τῆς ἡμέρας ταύτης.