Ancient Greek · ~6 min
18.1 to 18.7
Septuaginta, Κριταί (Cod. Alexandrinus) 18.1-7
Not analysed yet
᾿Εν ταῖς ἡμέροις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν Ἰσραήλ· καὶ ἐν ταῖς ἡμέραις ἐκείναις ἡ φυλὴ Δὰν ἐζήτει αὑτῇ κληρονομίαν κατοικῆσαι, ὅτι οὐκ ἐνέπεσεν αὐτῇ ἕως τῆς ἡμέρας ἐκείνης ἐν μέσῳ φυλῶν Ἰσραὴλ κληρονομία. καὶ ἀπέστειλαν οἱ υἱοὶ Δὰν ἀπὸ δήμων αὐτῶν πέντε ἄνδρας υἱοὺς δυνάμεως ἀπὸ Σαραὰ καὶ ἀπὸ Ἐσθαὸλ τοῦ κατα- σκέψασθαι τὴν γῆν καὶ ἐξιχνιάσαι αὐτήν, καὶ εἶπαν πρὸς αὐτούς Πορεύεσθε καὶ ἐξιχνιάσατε τὴν γῆν. καὶ ἦλθον ἕως ὄρους Ἐφράιμ ἕως οἴκου Μειχαία· καὶ ηύλίσθησαν ἐκεῖ αὐτοὶ ἐν ἢν οἴκῳ Μειχαία. καὶ αὐτοὶ ἐπέγνωσαν τὴν φωνὴν τοῦ νεανίσκου τοῦ Λευείτου, καὶ ἐξέκλιναν ἐκεῖ καὶ εἷπαν αὐτῷ τίς ἤνεγκέν σε ὧδε ; καὶ τί σὺ ποιεῖς ἐν τῶ τόπῳ τούτῳ ; καὶ τί σοι ὧδε ; καὶ εἶπεν πρὸς αὐτούς οὕτως καὶ οὕτως ἐποίησεν μοι Μειχαίας καὶ ἐμισθώσατό με, καὶ ἐγενόμην αὐτῷ εἰς ἱερέα. καὶ εἶπαν αὐτῷ Ερώτησον δὴ ἐν τῷ θεῷ, καὶ γνωσόμεθα εἰ εὐοδωθήσεται ἡ ὁδὸς ἡμῶν, ἐν ᾗ ἡμεῖς πορευόμεθα ἐν αὐτῇ. καὶ εἶπεν αὐτοῖς ὁ ἱερεύς Πορεύσθε ἐν εἰρήνῃ· ἐνώπιον κυρίου ἡ ὁδὸς ὑμῶν ἐν ᾗ πόρε πορεύεσθε ἐν αὐτῇ. Καὶ ἐπορεύθησαν οἱ πέντε ἄνδρες καὶ ἦλθον εἰς Λάισα· καὶ εἶδαν τὸν λαὸν τὸν ἐν μέσῳ αὐτῆς καθήμενον ἐπ’ ἐλπίδι, ὡς κρίσις Σιδωνίων ἡσυχάζουσα· καὶ οὐκ ἔστιν διατρέπων ἢ καταισχύνων λόγον ἐν τῇ γῇ, κληρονόμος ἐκπιέζων θησαυροῦ· καὶ μακρόν εἰσιν Σιδὼν ἴων ,καὶ λόγον οὐκ ἔχωσιν πρὸς ἄνθρωπον.