Ancient Greek · ~7 min
18.9 to 18.20
Septuaginta, Κριταί (Cod. Alexandrinus) 18.9-20
Not analysed yet
καὶ εἶπαν Ἀνάστητε καὶ ἀναβῶμεν ἐπ’ αὐτούς, ὅτι εἴδομεν τὴν γῆν, καὶ ἰδοὺ ἀγαθὴ σφόδρα· καὶ ὑμεῖς ἡσυχάζετε ; μὴ ὀκνήσητε τοῦ πορευθῆναι καὶ εἰσελθεῖν τοῦ κληρονομῆσαι τὴν γῆν. καὶ ἡνίκα ἂν ἔλθητε, εἰσελεύσεσθε πρὸς λαὸν ἐπ’ ἐλπίδι, καὶ ἡ γῆ πλατεὶα, ὅτι ἔδωκεν αὐτὴν ὁ θεὸς ἐν χειρὶ ὑμῶν, τόπος ὅπου οὐκ ἔστιν ἐκεῖ ὑστέρημα παντὸς ῥῆ μάτος τῶν ἐν τῇ γῇ. Καὶ ἀπῆραν ἐκεῖθεν ἀπὸ δήμων τοῦ Δάν, ἀπὸ Σαραὰ καὶ ἀπὸ Ἐσθαόλ, ἑξακόσιοι ἄνδρες ἐζωσμένοι σκεύη παρατάξεως. καὶ ἀνέβησαν καὶ παρενέβαλον ἐν Καριαθιαρεὶμ ἐν Ἰούδα. διὰ τοῦτο ἐκλήθη ἐν ἐκείνῳ τῷ τόπῳ Παρεμβολὴ Δάν, ἕως τῆς ἡμέρας ταύτης· ἰδοὺ ὀπίσω Καριαθιαρείμ. καὶ παρῆλθον ἐκεὶθεν ὄρος Ἐφράιμ καὶ ἦ ἕως οἴκου Μειχαία. καὶ ἀπεκρίθησαν οἱ πέντε ἄνδρες οἱ σθαι τὴν γῆν Λάισα καὶ εἶπαν πρὸς τοὺς ἀδελφούς ὅτι ἐστιν ἐν τῷ οἴκῳ τούτῳ ἐφὼδ καὶ θεραφεὶν καὶ γλυπτὸν καὶ χωνευτόν· καὶ νῦν γνῶτε ὅ τι ποιήσετε. καὶ ἐκεῖ καὶ εἰσῆλθον εἰς τὸν οἶκον τοῦ νεανίσκου τοῦ Λευείτου, οἶκον Μειχαία, καὶ ἠρώτησαν αὐτὸν εἰς εἰρήνην. καὶ οἱ ἑξακόσιοι ἄνδρες οἱ ἀνεζωσμένοι τὰ σκεύη τῆς παρατάξεως αὐτῶν ἑστῶτες παρὰ θύρας τῆς πύλης, οἱ ἐκ τῶν υἱῶν Δάν. καὶ ἀνέβησαν οἱ πέντε ἄνδρες οἱ πορευθέντες κατασκέψασθαι τὴν γῆν, καὶ εἰσῆλθον ἐκεῖ εἰς οἶκον μειχαία, καὶ ὁ ἱερεὺς ἑστώς· καὶ ἔλαβον τὸ γλυπτὸν καὶ τὸ ἐφὼδ καὶ τὸ θεραφεὶν καὶ τὸ χωνευτόν. καὶ εἶπεν πρὸς αὐτοὺς ὁ ἱερεύς Τί ὑμεῖς ποιεῖτε ; καὶ εἶπαν αὐτῷ Κώφευσον, ἐπίθες τὴν χεῖρά σου ἐπὶ τὸ στόμα σου, καὶ δεῦρο μεθ’ ἡμῶν καὶ γένου ἡμῖν εἰς πατέρα καὶ εἰς ἱερέα· μὴ ἀγαθὸν εἶναί σε ἱερέα οἴκου ἀνδρὸς ἑνός, ἢ γενέσθαι σε ἱερέα φυλῆς καὶ οἴκου εἰς δῆμον Ἰσραήλ ; καὶ ἠγαθύνθη ἡ καρδία τοῦ ἱερέως, καὶ ἔλαβεν τὸ ἐφὼδ καὶ τὸ θεραφεὶν καὶ τὸ γλυπτὸν καὶ τὸ χωνευτόν, καὶ ἦλθεν ἐν μέσῳ τοῦ λαοῦ.