Ancient Greek · ~7 min
19.21 to 19.29
Septuaginta, Κριταί (Cod. Alexandrinus) 19.21-29
Not analysed yet
καὶ εἰσήνεγκεν αὐτὸν εἰς τὸν οἶκον αὐτοῦ, καὶ τόπον ἐποίησεν τοῖς ὄνοις· καὶ αὐτοὶ ἐνίψαντο τοὺς αὐτῶν, καὶ ἔφαγον καὶ ἔπιον. αὐτοὶ δ’ ἀγαθύνοντες καρδίαν καὶ ἰδοὺ ἄνδρες τῆς πόλεως υἱοὶ παρανόμων ἐκύκλωσαν τὴν οἰκίαν κρούοντες ἐπὶ τὴν θύραν, καὶ εἶπον πρὸς τὸν ἄνδρα τὸν κύριον τοῦ οἴκου τὸν πρεσβύτην λέγοντες ᾿Εξένεγκε τὸν ἄνδρα ὃς εἰσῆλθεν εἰς τὴν οἰκίαν σου, ἵνα γνῶμεν αὐτόν. καὶ ἐξῆλθεν πρὸς αὐτοὺς ὁ ἀνὴρ ὁ κύριος τοῦ οἴκου καὶ εἶπεν Μή, ἀδελφοί, μὴ κακοποιήσητε δὴ μετὰ τὸ εἰσελθεῖν τὸν ἄνδρα τοῦτον εἰς τὴν οἰκίαν ίαν μου· μὴ ποιήσητε τὴν ἀφροσύνην ταύτην. ἴδε ἡ θυγάτηρ μου ἡ παρθένος καὶ ἡ αὐτοῦ· ἐξάξω αὐτάς, καὶ ταπεινώσατε αὐτὰς καὶ αὐταῖς TO ἀγαθὸν ἐν ὀφθαλμοῖς ὑμῶν· καὶ τῷ ἀνδρὶ τούτῳ οὐ ποιήσετε τὸ ῥῆμα τῆς ἀφροσύνης ταύτης. καὶ οὐκ εὐδόκησαν οἱ ἄνδρες τοῦ εἰσακοῦσαι αὐτοῦ. καὶ ἐπελάβετο ὁ ἀνὴρ τῆς παλλακῆς αὐτοῦ καὶ ἐξήγαγεν αὐτὴν πρὸς αὐτοὺς ἵξω· καὶ ἥνωσαν αὐτήν, καὶ ἐνέπαιζον ἐν οὐτῇ ὅλην τήν νύκτα ἕως πρωί, καὶ ἐξαπέστειλαν αὐτὴν ὡς ἀνέβη τὸ πρωί. καὶ ἦλθεν ἡ γυνὴ πρὸς τὸν ὄρθρον, καὶ ἔπεσεν παρὰ τὴν θύραν τοῦ οἴκου οὗ ἦν αὐτῆς ἐκεῖ ὁ ἀνήρ, ἕως τοῦ διαφῶσαι. καὶ ἀνέστη ὁ ἀνὴρ αὐτῆς τὸ πρωὶ κοὶ ἤνοιξεν τὰς θύρας τοῦ οἴκου, καὶ ἐξῆλθεν τοῦ πορευθῆναι τὴν ὁδὸν αὐτοῦ· καὶ ἰδοὺ ἡ γυνὴ ἡ παλλακὴ αὐτοῦ πεπτωκυῖα παρὰ τὰς θύρας τοῦ οἴκου, κοὶ αἱ χεῖρες αὐτῆς ἐπὶ τὸ πρόθυρον. καὶ εἶπεν πρὸς αὐτήν Ἀνάστα καὶ ἀπέλθωμεν· καὶ οὐκ ἀπεκρίθη, ὅτι ἦν νεκρά. καὶ ἔλαβεν αὐτὴν ἐπὶ τὸν ὄνον, καὶ ἐπορεύθη εἰς τὸν τόπον αὐτοῦ. καὶ ἔλαβεν τὴν ῥομφαίαν καὶ ἐκράτησεν τὴν παλλακὴν αὐτοῦ, καὶ ἐμέλισεν αὐτὴν εἰς δώδεκα μέλη, καὶ ἀπέστειλεν αὐτὰ ἐν παντὶ ὁρίῳ Ἰσραήλ.