Ancient Greek · ~8 min
2.1 to 2.12
Septuaginta, Κριταί (Cod. Alexandrinus) 2.1-12
Not analysed yet
καὶ ἀνέβη ἄγγελος κυρίου ἀπὸ Γαλγὰλ ἐπὶ τὸν κλαυθμῶνα καὶ ἐπὶ Βαιθὴλ καὶ ἐπὶ τὸν οἶκον Ἰσραήλ, καὶ εἶπεν πρὸς αὐτούς τάδε λέγει Κύος Ἀβεβίβασα ὑμᾶς ἐξ Αἰγύπτου, κοὶ εἰσήγαγον εἰς εἰς τὴν γῆν (??)ὤμοσα τοῖς πατράσιν ὑμῶν, καὶ εἶπα Οὐ διασκεδάσω τὴν διαθήκην μου τὴν μεθ’ ὑμῶν εἰς τὸν αἰῶνα. καὶ ὑμεῖς οὐ διαθήσεσθε ν τοῖς ἐνκαθημένοις εἰς τὴν γῆν ταύτην, οὐδὲ τοῖς θεοῖς αὐτῶν προσκυνήσετε, ἀλλὰ τὰ γλυπτὰ αὐτῶν συντρίψετε, τὰ θυσιαστήρια αὐτῶν καθελεῖτε· καὶ οὐκ εἰσηκούσατε τῆς φωνῆς μου, ὅτι ταῦτα ἐποιήσατε. κἀγὼ εἶπον Οὐ μὴ μὴ ἐφαρῶ ἐκ προσώπου ὑμῶν, καὶ ἔσονται ὑμῖν εἰς συνοχάς, καὶ οἱ θεοὶ αὐτῶν ἔσονται ὑμῖν εἰς σκάνδαλον. καὶ ἐγένετο ὡς ἐλάλησεν ὁ ἄγγελος κυρίου τοὺς λόγους τούτους πρὸς πάντας υἱοὺς Ἰσραὴλ, καὶ ἐπῆρον ὁ λαὸς τὴν φωνήν αὐτῶν καὶ ἔκλαυσαν. καὶ ἐπωνόμασαν τὸ ὄνομα τοῦ τόπου ἐκείνου Κλαυθμῶνες· καὶ ἐθυσίασαν ἐκεῖ τῷ κυρίῳ. Καὶ ἐξαπέστειλεν Ἰησοῦς τὸν λαόν, καὶ ἦλθεν ἀνὴρ εἰς τὴν κληρονομίαν αὐτοῦ κατακληρονομῆσαι τὴν γῆν. καὶ ἐδούλευσεν ὁ λαὸς τῷ κυρίῳ πάσας τἀς ἡμέρας Ἰησοῦ καὶ πάσας τὰς ἡμέρας τῶν πρεσβυτέρων, ὅσοι ἐμακροημέρευσαν μετὰ μετὰ ὅσοι ἔγνωσαν πᾶν τὸ ἔργον κυρίου τὸ μέγα, ἅσα ἐποίησεν ἐν τῷ Ἰσραὴλ. καὶ ἐτελεύτησεν Ἰησοῦς υἱὸς Ναυὴ δοῦλος Κυρίου, υἱὸς ἑκατὸν δέκα ἐτῶν. καὶ ἔθαψαν αὐτόν ἐν ὁρίῳ τῆς κληρονομίας αὐτοῦ ἐν Θαμναθάρες ἐν ὄρει Ἐφράιμ, ἀπὸ βορρᾶ τοῦ ὄρους Γάας. καί γε πᾶσα ἡ γενεὰ ἐκείνη προσετέθη πρὸς τοὺς πατέρας αὐτῶν· καὶ ἀνέστη γενεὰ ἕτε ῥα μετ’ αὐτούς, οἳ οὐκ ἔγνωσαν τὸν κύριον καί γε τό ἔργον ὃ ἐποίησεν ἐν τῷ Ἰσραήλ. καὶ ἐποίησον οἱ υἱοὶ Ἰσραὴλ τὸ πονηρὸν ἐνώπιον κυρίου, καὶ ἐλάτρευσαν τοῖς Βααλείμ. καὶ ἐνκατέλιπον τὸν κύριον τὸν θεὸν τῶν πατέρων αὐτῶν τὸν ἐξαγαγόντα αὐτούς ἐκ γῆς Αἰγύπτου, καὶ ἐπορεύθησαν ὀπίσω θεῶν ἑτέρων ἀπὸ τῶν θεῶν τῶν ἐθνῶν τῶν περικύκλῳ αὐτῶν, καὶ προσεκύνησαν αὐτοῖς· καὶ παρώργισαν τὸν κύριον