# Κριταί (Cod. Alexandrinus) 20.28-38

Septuaginta, Κριταί (Cod. Alexandrinus), 20.28 to 20.38. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/cod-alexandrinus/20.28

καὶ Φεινεὲς υἱὸς ᾿Ελεαζὰρ υἱοῦ ᾿Ααρὼν παρεστηκὼς ἐνώπιον αὐτῆς ἐν ταῖς ἡμέραις ἐκείναις. καὶ ἐπηρώτησαν οἱ υἱοὶ ᾿Ισραὴλ ἐν κυρίῳ λέγοντες Εἰ προσθῶμεν ἔτι ἐξελθεῖν εἰς παράταξιν πρὸς υἱοὺς Βενιαμεὶν ἀδελφοὺς ἡμῶν, ἢ ἐπίσχωμεν ; κοὶ εἶπεν Κύριος Ἀνάβητε, ὅτι αὔριον δώσω αὐτοὺς εἰς τὰς χεῖρας ὑμῶν. καὶ ἔθηκαν οἱ υἱοὶ ᾿Ισραὴλ ἔνεδρα τῇ Γαβαὰ κύκλῳ. Καὶ ἀνέβησαν οἱ υἱοὶ ᾿Ισραὴλ πρὸς υἱοὺς Βενιαμεὶν ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ, καὶ πρὸς τὴν Γαβαὰ ὡς ἅπαξ καὶ ἅπαξ. καὶ ἐξῆλθον οἱ υἱοὶ εἰς συνάντησιν τοῦ λαοῦ καὶ ἐξεκενώθησαν τῆς πόλεως, καὶ ἤρξαντο πατάσσειν ἀπὸ τοῦ λαοῦ τραυματίας ὡς ἅπαξ καὶ ἅπαξ ἐν ταῖς ὁδοῖς, ἥ ἐστιν μία ἀναβαίνουσα εἰς Βαιθὴλ καὶ μία εἰς Γαβαὰ ἐν ἀγρῷ, ὡς τριάκοντα ἄνδρας ἐν ᾿Ισραήλ. καὶ εἶπαν οἱ υἱοὶ Βενιαμείν Πίπτουσιν ἐνώπιον ἡμῶν ὡς τὸ πρῶτον. καὶ οἱ υἱοὶ ᾿Ισραὴλ εἶπον Φύγωμεν καὶ ἐκκενώσωμεν αὐτοὺς ἀπὸ τῆς πόλεως εἰς τὰς ὁδούς. καὶ ἐποίησαν οὕτως. καὶ πᾶς ἀνὴρ ἀνέστη ἐκ τοῦ τόπου αὐτοῦ, καὶ συνῆψαν ἐν Βάαλ Θαμάρ· καὶ τὸ ἔνεδρον ᾿Ισραὴλ ἐπήρχετο ἐκ τοῦ τόπου αὐτοῦ ἀπὸ Μαρααγάβε. καὶ ἦλθον ἐξ ἐναντίας Γαβαὰ ἀνδρῶν ἐκλεκτῶν ἐκ παντὸς ᾿Ισραήλ. καὶ παράταξις βαρεῖα, καὶ αὐτοὶ οὐκ ἔγνωσαν ὅτι φθάνει ἐπ’ αὐτοὺς ἡ κακία. καὶ ἐπάταξεν κύριος τὸν Βενιαμεὶν ἐνώπιον υἱῶν ᾿Ισραήλ, καὶ διέφθειραν οἱ υἱοὶ ᾿Ισραὴλ ἐκ τοῦ Βενιαμεὶν ἐν τῆ ἡμέρᾳ ἐκείνη εἴκοσι καὶ πέντε χιλιάδας καὶ ἑκατὸν ἄνδρας· πάντες οὗτοι εἶλκον Καὶ ἔιδον οἱ υἱοὶ Βενιαμεὶν ὅτι ἐπλήγησαν· καὶ ἀνὴρ ᾿Ισραὴλ τόπον τῷ Βενιαμείν, ὅτι ἤλπισαν πρὸς τὸ ὅ ἔθηκεν ἐπί τὴν Γαβαά. καὶ ἐν τῷ αὐτοὺς ὑποχωρῆσαι αὶ τὸ ἔνεδρον ἐκινήθη. καὶ ἐξέτειναν ἐπὶ τὴν Γαβαά, καὶ ἐξεχύθη τὸ ἔνεδρον, καὶ ἐπάταξαν τὴν πόλιν ἐν στόματι ῥομφαίας. καὶ σημεῖον ἦν τοῖς υἱοῖς Ἰσραὴλ μετὰ τοῦ ἐνέδρου τῆς μάχης, ἀνενέγκαι αὐτοὺς σύσσημον καπνοῦ ἀπὸ τῆς πόλεως.

---

Septuaginta, Κριταί (Cod. Alexandrinus), ed. Henry Barclay Swete. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0527.tlg008.local001/.
